ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν τῶν τοιοῦτος ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν. δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε.