ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων· ἐπιστὰς ὁ Ἀγησίλαος; ταῦτα μέν εἶπεν ὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε. τρεψάμενος δὲ περὶ παρὰ ? Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.