ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας· ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος ἔφη τοῖς φίλοις ἐπισπεισάμενον μὲν ἀδικεῖν ἀδικεῖν *: ἀδίκως ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον. τοῖς δʼ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἵππον ] ἵππον ἕκαστον ? ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας· ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν· καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.