Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη, τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἶναι εἶναι F.C.B.: εἰμι . Hartman would omit εἰμι . καὶ υἱός. πρὸς δὲ τὸν εἰπόντα πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, ἐὰν οὕτως, ἔφη, αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.