Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρʼ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι· καὶ διδοὺς διδοὺς ] διαδοὺς in most mss. αὐτῷ, λάβε, εἶπεν, ὦ Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκ Hartman would omit οὐκ . ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.