Σεμίραμις δὲ ἑαυτῇ κατασκευάσασα τάφον ἐπέγραψεν , ὅστις ἂν χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸ μνημεῖον ὅσα βούλεται λαβεῖν. Δαρεῖος οὖν διελὼν χρήματα μὲν οὐχ εὗρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχε τάδε φράζουσιν, εἰ μὴ κακὸς ἦσθʼ ἦσθʼ ] ἦς Stobaeus, Flor . x. 53. ἀνὴρ καὶ χρημάτων ἄπληστος, οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις.