Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ἀλλὰ μήν, ἔφη, Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων ἐπισκεπτέον οὖν, μή τι γίνεται παρʼ ἡμᾶς. παρ’ ἡμᾶς ] παρ’ ἡμῖν E, perhaps rightly. ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπʼ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ὁρᾶτε οὖν, εἶπεν, ὅτι παρʼ ἡμᾶς αὐτούς παρ’ ἡμᾶς αὐτούς ] πρὸς ἡμῶν αὐτῶν E, perhaps rightly. ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν.