ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ ἐν ὁδῷ ] ἐν ἀγρῷ (?), cf. ἐπὶ χώρας Moralia , 123 f and 707 b. πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γάρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν· οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά, καὶ πᾶσιν οὕτως ἤρκεσεν.