ἐπεὶ δʼ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο, συστάντων ἐπʼ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως, εἶτα οὐκ ἀηδές ἀηδές ] εὐηθές Wyttenbach: ἀειδές Parmentier. ἐστιν, εἶπεν, οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην;