Ἰδάνθυρσος Ἰδάνθυρσος as in the mss. of Herodotus: ἰδάθυρσος . ὁ Σκυθῶν βασιλεύς, ἐφʼ ὃν διέβη Δαρεῖος, ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα λύσαντας ἀπαλλάττεσθαι· μὴ βουληθέντας δὲ διὰ τὴν πρὸς τὸν Δαρεῖον πίστιν, ἀνδράποδα χρηστὰ καὶ ἄδραστα ἐκάλει.