<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">φέρε δὴ πρῶτον ἐν τοῖς ἀβουλήτοις σκόπει τὸν ἄθεον καὶ καταμάνθανε τὴν
               διάθεσιν, ἂν ᾖ τἄλλα μέτριος, χρωμένου σιωπῇ τοῖς παροῦσι καὶ πορίζοντος
               αὑτῷ βοηθείας καὶ παρηγορίας, ἂν δὲ
<milestone n="15" unit="tlnum"/>
               δυσφορῇ καὶ περιπαθῇ, πάντας ἐπὶ τὴν τύχην καὶ
<milestone n="168a" unit="stephpage" xml:id="stephpage-168a"/> τὸ αὐτόματον ἀπερειδομένου τοὺς ὀδυρμοὺς
               καὶ βοῶντος ὡς οὐδὲν κατὰ δίκην οὐδʼ ἐκ προνοίας ἀλλὰ πάντα
               συγκεχυμένως καὶ ἀκρίτως φέρεται καὶ ταράττεται<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ταραττεται</foreign> W: <foreign xml:lang="grc">πράττεται</foreign>
</note> τὰ τῶν ἀνθρώπων. τοῦ δὲ
               δεισιδαίμονος
<milestone n="20" unit="tlnum"/> οὐχ οὗτος ὁ τρόπος, ἀλλʼ εἰ
               καὶ μικρότατον αὐτῷ κακόν τι<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τι</foreign> del. H</note> συμπεπτωκός ἐστιν, ἄλλα κάθηται πάθη χαλεπὰ
               καὶ μεγάλα καὶ δυσαπάλλακτα τῇ λύπῃ προσοικοδομῶν, καὶ προσεμφορῶν αὑτῷ
               δείματα καὶ φόβους καὶ ὑποψίας καὶ ταραχάς, παντὶ θρήνῳ καὶ
<milestone n="25" unit="tlnum"/> παντὶ στεναγμῷ καθαπτόμενος· οὔτε γὰρ ἄνθρωπον
<milestone n="168b" unit="stephpage" xml:id="stephpage-168b"/> οὔτε τύχην οὔτε
               καιρὸν οὔτε ἑαυτὸν ἀλλὰ πάντων τὸν θεὸν αἰτιᾶται, κἀκεῖθεν ἐπʼ αὐτὸν
               ἥκειν καὶ <pb xml:id="v.1.p.412"/> φέρεσθαι ῥεῦμα δαιμόνιον ἄτης φησί, καὶ ὡς
               οὐ δυστυχὴς ὢν ἀλλὰ θεομισής τις ἄνθρωπος ὑπὸ τῶν θεῶν κολάζεσθαι καὶ
               δίκην διδόναι καὶ πάντα πάσχειν προσηκόντως διʼ αὑτὸν οἴεται. νοσῶν θʼ ὁ
<milestone n="5" unit="tlnum"/> ἄθεος ἐκλογίζεται καὶ ἀναμιμνῄσκεται
               πλησμονὰς αὑτοῦ καὶ οἰνώσεις καὶ ἀταξίας περὶ δίαιταν ἢ κόπους
               ὑπερβάλλοντας ἢ μεταβολὰς ἀέρων ἀήθεις καὶ τόπων, ἔπειτα προσκρούσας
               ἐν πολιτείαις καὶ περιπεσὼν ἀδοξίαις πρὸς ὄχλον ἢ διαβολαῖς πρὸς
               ἡγεμόνα
<milestone n="10" unit="tlnum"/> τὴν αἰτίαν ἐξ αὑτοῦ καὶ τῶν περὶ
               αὑτὸν σκοπεῖ <quote rend="blockquote">πῆ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον
                  οὐκ ἐτελέσθη;</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Pythag. Carm Aur. 42</note> τῷ δὲ δεισιδαίμονι καὶ σώματος ἀρρωστία πᾶσα
               καὶ
<milestone n="15" unit="tlnum"/>
<milestone n="168c" unit="stephpage" xml:id="stephpage-168c"/> χρημάτων ἀποβολὴ καὶ
               τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ
               θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται. ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ
               διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδʼ ἀντιτάττεσθαι, μὴ δόξῃ
               θεομαχεῖν
<milestone n="20" unit="tlnum"/> καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλʼ
               ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ
               νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος. <q>ἔα με</q> φησὶν <q>ἄνθρωπε
                  διδόναι δίκην, τὸν ἀσεβῆ, τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι
                  μεμισημένον.</q> <milestone n="168d" unit="stephpage" xml:id="stephpage-168d"/>ἔστιν ἀνθρώπου μὴ
               πεπεισμένου θεοὺς εἶναι λυπουμένου δʼ ἄλλως καὶ περιπαθοῦντος ἀπομάξαι
               δάκρυον, ἀποκεῖραι κόμην, ἀφελέσθαι τὸ ἱμάτιον· τὸν δὲ δεισιδαίμονα πῶς
               ἂν προσείποις ἢ ποῦ βοηθήσεις; <pb xml:id="v.1.p.413"/> ἔξω κάθηται σακκίον
               ἔχων, καὶ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς πολλάκις δὲ γυμνὸς ἐν πηλῷ
               κυλινδούμενος ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας, ὡς τόδε
               φαγόντος ἢ πιόντος ἢ βαδίσαντος
<milestone n="5" unit="tlnum"/> ὁδὸν ἣν
               οὐκ εἴα τὸ δαιμόνιον. ἂν δʼ ἄριστα πράττῃ καὶ συνῇ πράῳ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πραείᾳ</foreign> R</note>
               δεισιδαιμονίᾳ, περιθειούμενος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">περιθειούμενος</foreign> H: <foreign xml:lang="grc">περιθυόμενος</foreign>
</note> οἴκοι κάθηται καὶ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">καὶ</foreign> R</note> περιματτόμενος, αἱ δὲ
               γρᾶες
<milestone n="168e" unit="stephpage" xml:id="stephpage-168e"/> <q>καθάπερ παττάλῳ</q> φησὶν ὁ Βίων <q>ὅ τι ἂν τύχωσιν αὐτῷ
                  περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι</q></p></div><div n="8" subtype="section" type="textpart"><milestone n="10" unit="tlnum"/><p rend="indent">τὸν Τιρίβαζόν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Τιρίβαζόν</foreign> H: <foreign xml:lang="grc">τηρίβαζόν</foreign>
</note> φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν
               ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι· μαρτυρομένων δὲ καὶ βοώντων
               ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν
               καὶ τὼ χεῖρε συνδῆσαι
<milestone n="15" unit="tlnum"/> παρασχεῖν. ἆρʼ οὖν
               οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον; οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ
               διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν
               ἀβουλήτων· ὁ δὲ δεισιδαίμων
<milestone n="168f" unit="stephpage" xml:id="stephpage-168f"/> οὐδενὸς ἀκούσας, αὐτὸς πρὸς αὑτὸν εἰπών
   <milestone n="20" unit="tlnum"/> <q>ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος</q> ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε διεκρούσατο τοὺς βοηθοῦντας.
               πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι. Μίδας ὁ
               παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων
<milestone n="25" unit="tlnum"/>
               ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθʼ ἑκουσίως
               ἀποθανεῖν αἷμα ταύρου πιών. ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος
               ἐν τῷ <pb xml:id="v.1.p.414"/> πρὸς Λακεδαιμονίους<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Λακεδαιμονίους</foreign> Xylander: <foreign xml:lang="grc">μεσσηνίους</foreign>
</note> πολέμῳ, κυνῶν λύκοις
               ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν ἀγρώστεως
               ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ
               κατασβεσθεὶς
<milestone n="5" unit="tlnum"/> ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν
               ἀπέσφαξεν. ἦν
<milestone n="169a" unit="stephpage" xml:id="stephpage-169a"/> δʼ
               ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κρεῖττον</foreign> R</note> οὕτως ἀπαλλαγῆναι
               τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν
               ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων,
<milestone n="10" unit="tlnum"/> εἶθʼ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων
               φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς
               ἀποθανεῖν. οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ
               δεινὸν ἐν καιρῷ περιόδων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">περιόδων</foreign> Xylander: <foreign xml:lang="grc">ποδῶν</foreign>
</note> σκιᾶς πρὸς σελήνην ἀπάντησις,
<milestone n="15" unit="tlnum"/> ἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐκπεσόντος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐκπεσόντος</foreign> scripsi: <foreign xml:lang="grc">ἐμπεσόντος</foreign>
</note>
<milestone n="169b" unit="stephpage" xml:id="stephpage-169b"/> ἀνθρώπου συγχέαι
               καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις <quote rend="blockquote"><l>Γλαῦκʼ, ὅρα, βαθὺς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Γλαῦκ’ ὅρα βαθὺς</foreign> Canterus: <foreign xml:lang="grc">γλαυκεοράβδοις</foreign>
</note> γὰρ ἤδη κύμασι ταράσσεται </l><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Bergk. 2 p. 396</note><l>πόντος, ἀμφὶ δʼ ἄκρᾳ Γυρέων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Γυρέων</foreign> Polus: <foreign xml:lang="grc">γυρῶν</foreign>
</note> ὀρθὸν ἵσταται νέφος,
<milestone n="20" unit="tlnum"/>
</l><l>σῆμα χειμῶνος.</l></quote> τοῦτʼ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς
               ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἴακα προσάγει, τὴν κεραίαν
               ὑφίησι, <quote rend="blockquote">φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος
                  ἐκ
<milestone n="25" unit="tlnum"/> θαλάσσης.</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Bergk. 3 p. 730 Nauck. p. 698</note>
<pb xml:id="v.1.p.415"/> ὁ Ἡσίοδος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 463</note> κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν
               εὔχεσθαι <q>Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ</q> τῆς
<milestone n="169c" unit="stephpage" xml:id="stephpage-169c"/> ἐχέτλης ἐχόμενον, Ὅμηρος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] H 193</note> δὲ τὸν Αἴαντά
               φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς
<milestone n="5" unit="tlnum"/>Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτʼ εὐχομένων
               ἐκείνων ὁπλίζεσθαι. καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν
                  <quote rend="blockquote">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα
                     θέσθω,</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">B 382</note> τότε παρὰ τοῦ Διὸς αἰτεῖ
<milestone n="10" unit="tlnum"/>
<quote rend="blockquote">δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον·</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">B 414</note>
               ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις. ἀλλʼ Ἰουδαῖοι
               σαββάτων ὄντων ἐν ἀγνάπτοις καθεζόμενοι, τῶν πολεμίων κλίμακας
               προστιθέντων
<milestone n="15" unit="tlnum"/> καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ
               ἀνέστησαν ἀλλʼ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ
               συνδεδεμένοι. </p></div></div></body></text></TEI>