<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος
               ἔχειν τοιαύτην διαφοράν; οἱ μὲν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">μὲν</foreign> Pflugkius: <foreign xml:lang="grc">μὲν οὖν</foreign>
</note> οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ
<milestone n="15" unit="tlnum"/> κακοὺς ὑπάρχειν νομίζουσιν· οἱ μὲν
               παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν
               καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἄμικτον ἄγριον εἶναι καὶ θηριῶδες.
               εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις
<milestone n="20" unit="tlnum"/> ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, καὶ
<milestone n="167e" unit="stephpage" xml:id="stephpage-167e"/> τοιαῦτα πλάττουσι
               καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι· φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν
               καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ
               μεγαλοφροσύνης καὶ εὐμενείας
<milestone n="25" unit="tlnum"/> καὶ κηδεμονίας.
               περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ
               ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα. καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια
               πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ <pb xml:id="v.1.p.411"/> ἀγαθόν, ἡ δὲ
               δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα. φοβοῦνται τοὺς θεοὺς
               καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται
               καὶ καταμέμφονται. κοινὸν
<milestone n="5" unit="tlnum"/> ἀνθρώπων τὸ μὴ
               πάντα διευτυχεῖν·
<milestone n="167f" unit="stephpage" xml:id="stephpage-167f"/>
<quote rend="blockquote"><l> κεῖνοι γάρ τʼ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">γάρ τʼ</foreign> p. 1076 a: <foreign xml:lang="grc">γὰρ</foreign>
</note> ἄνοσοι καὶ ἀγήραοι </l><l>πόνων τʼ ἄπειροι, βαρυβόαν </l><l>πορθμὸν πεφευγότες Ἀχέροντος,</l></quote> ὁ Πίνδαρός<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 432</note> φησι, τὰ δʼ ἀνθρώπινα πάθη καὶ πράγματα
<milestone n="10" unit="tlnum"/> μέμικται συντυχίαις ἄλλοτʼ ἄλλως ῥεούσαις. </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent">φέρε δὴ πρῶτον ἐν τοῖς ἀβουλήτοις σκόπει τὸν ἄθεον καὶ καταμάνθανε τὴν
               διάθεσιν, ἂν ᾖ τἄλλα μέτριος, χρωμένου σιωπῇ τοῖς παροῦσι καὶ πορίζοντος
               αὑτῷ βοηθείας καὶ παρηγορίας, ἂν δὲ
<milestone n="15" unit="tlnum"/>
               δυσφορῇ καὶ περιπαθῇ, πάντας ἐπὶ τὴν τύχην καὶ
<milestone n="168a" unit="stephpage" xml:id="stephpage-168a"/> τὸ αὐτόματον ἀπερειδομένου τοὺς ὀδυρμοὺς
               καὶ βοῶντος ὡς οὐδὲν κατὰ δίκην οὐδʼ ἐκ προνοίας ἀλλὰ πάντα
               συγκεχυμένως καὶ ἀκρίτως φέρεται καὶ ταράττεται<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ταραττεται</foreign> W: <foreign xml:lang="grc">πράττεται</foreign>
</note> τὰ τῶν ἀνθρώπων. τοῦ δὲ
               δεισιδαίμονος
<milestone n="20" unit="tlnum"/> οὐχ οὗτος ὁ τρόπος, ἀλλʼ εἰ
               καὶ μικρότατον αὐτῷ κακόν τι<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τι</foreign> del. H</note> συμπεπτωκός ἐστιν, ἄλλα κάθηται πάθη χαλεπὰ
               καὶ μεγάλα καὶ δυσαπάλλακτα τῇ λύπῃ προσοικοδομῶν, καὶ προσεμφορῶν αὑτῷ
               δείματα καὶ φόβους καὶ ὑποψίας καὶ ταραχάς, παντὶ θρήνῳ καὶ
<milestone n="25" unit="tlnum"/> παντὶ στεναγμῷ καθαπτόμενος· οὔτε γὰρ ἄνθρωπον
<milestone n="168b" unit="stephpage" xml:id="stephpage-168b"/> οὔτε τύχην οὔτε
               καιρὸν οὔτε ἑαυτὸν ἀλλὰ πάντων τὸν θεὸν αἰτιᾶται, κἀκεῖθεν ἐπʼ αὐτὸν
               ἥκειν καὶ <pb xml:id="v.1.p.412"/> φέρεσθαι ῥεῦμα δαιμόνιον ἄτης φησί, καὶ ὡς
               οὐ δυστυχὴς ὢν ἀλλὰ θεομισής τις ἄνθρωπος ὑπὸ τῶν θεῶν κολάζεσθαι καὶ
               δίκην διδόναι καὶ πάντα πάσχειν προσηκόντως διʼ αὑτὸν οἴεται. νοσῶν θʼ ὁ
<milestone n="5" unit="tlnum"/> ἄθεος ἐκλογίζεται καὶ ἀναμιμνῄσκεται
               πλησμονὰς αὑτοῦ καὶ οἰνώσεις καὶ ἀταξίας περὶ δίαιταν ἢ κόπους
               ὑπερβάλλοντας ἢ μεταβολὰς ἀέρων ἀήθεις καὶ τόπων, ἔπειτα προσκρούσας
               ἐν πολιτείαις καὶ περιπεσὼν ἀδοξίαις πρὸς ὄχλον ἢ διαβολαῖς πρὸς
               ἡγεμόνα
<milestone n="10" unit="tlnum"/> τὴν αἰτίαν ἐξ αὑτοῦ καὶ τῶν περὶ
               αὑτὸν σκοπεῖ <quote rend="blockquote">πῆ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον
                  οὐκ ἐτελέσθη;</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Pythag. Carm Aur. 42</note> τῷ δὲ δεισιδαίμονι καὶ σώματος ἀρρωστία πᾶσα
               καὶ
<milestone n="15" unit="tlnum"/>
<milestone n="168c" unit="stephpage" xml:id="stephpage-168c"/> χρημάτων ἀποβολὴ καὶ
               τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ
               θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται. ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ
               διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδʼ ἀντιτάττεσθαι, μὴ δόξῃ
               θεομαχεῖν
<milestone n="20" unit="tlnum"/> καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλʼ
               ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ
               νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος. <q>ἔα με</q> φησὶν <q>ἄνθρωπε
                  διδόναι δίκην, τὸν ἀσεβῆ, τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι
                  μεμισημένον.</q> <milestone n="168d" unit="stephpage" xml:id="stephpage-168d"/>ἔστιν ἀνθρώπου μὴ
               πεπεισμένου θεοὺς εἶναι λυπουμένου δʼ ἄλλως καὶ περιπαθοῦντος ἀπομάξαι
               δάκρυον, ἀποκεῖραι κόμην, ἀφελέσθαι τὸ ἱμάτιον· τὸν δὲ δεισιδαίμονα πῶς
               ἂν προσείποις ἢ ποῦ βοηθήσεις; <pb xml:id="v.1.p.413"/> ἔξω κάθηται σακκίον
               ἔχων, καὶ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς πολλάκις δὲ γυμνὸς ἐν πηλῷ
               κυλινδούμενος ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας, ὡς τόδε
               φαγόντος ἢ πιόντος ἢ βαδίσαντος
<milestone n="5" unit="tlnum"/> ὁδὸν ἣν
               οὐκ εἴα τὸ δαιμόνιον. ἂν δʼ ἄριστα πράττῃ καὶ συνῇ πράῳ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πραείᾳ</foreign> R</note>
               δεισιδαιμονίᾳ, περιθειούμενος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">περιθειούμενος</foreign> H: <foreign xml:lang="grc">περιθυόμενος</foreign>
</note> οἴκοι κάθηται καὶ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">καὶ</foreign> R</note> περιματτόμενος, αἱ δὲ
               γρᾶες
<milestone n="168e" unit="stephpage" xml:id="stephpage-168e"/> <q>καθάπερ παττάλῳ</q> φησὶν ὁ Βίων <q>ὅ τι ἂν τύχωσιν αὐτῷ
                  περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι</q></p></div><div n="8" subtype="section" type="textpart"><milestone n="10" unit="tlnum"/><p rend="indent">τὸν Τιρίβαζόν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Τιρίβαζόν</foreign> H: <foreign xml:lang="grc">τηρίβαζόν</foreign>
</note> φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν
               ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι· μαρτυρομένων δὲ καὶ βοώντων
               ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν
               καὶ τὼ χεῖρε συνδῆσαι
<milestone n="15" unit="tlnum"/> παρασχεῖν. ἆρʼ οὖν
               οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον; οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ
               διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν
               ἀβουλήτων· ὁ δὲ δεισιδαίμων
<milestone n="168f" unit="stephpage" xml:id="stephpage-168f"/> οὐδενὸς ἀκούσας, αὐτὸς πρὸς αὑτὸν εἰπών
   <milestone n="20" unit="tlnum"/> <q>ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος</q> ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε διεκρούσατο τοὺς βοηθοῦντας.
               πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι. Μίδας ὁ
               παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων
<milestone n="25" unit="tlnum"/>
               ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθʼ ἑκουσίως
               ἀποθανεῖν αἷμα ταύρου πιών. ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος
               ἐν τῷ <pb xml:id="v.1.p.414"/> πρὸς Λακεδαιμονίους<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Λακεδαιμονίους</foreign> Xylander: <foreign xml:lang="grc">μεσσηνίους</foreign>
</note> πολέμῳ, κυνῶν λύκοις
               ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν ἀγρώστεως
               ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ
               κατασβεσθεὶς
<milestone n="5" unit="tlnum"/> ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν
               ἀπέσφαξεν. ἦν
<milestone n="169a" unit="stephpage" xml:id="stephpage-169a"/> δʼ
               ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κρεῖττον</foreign> R</note> οὕτως ἀπαλλαγῆναι
               τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν
               ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων,
<milestone n="10" unit="tlnum"/> εἶθʼ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων
               φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς
               ἀποθανεῖν. οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ
               δεινὸν ἐν καιρῷ περιόδων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">περιόδων</foreign> Xylander: <foreign xml:lang="grc">ποδῶν</foreign>
</note> σκιᾶς πρὸς σελήνην ἀπάντησις,
<milestone n="15" unit="tlnum"/> ἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐκπεσόντος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐκπεσόντος</foreign> scripsi: <foreign xml:lang="grc">ἐμπεσόντος</foreign>
</note>
<milestone n="169b" unit="stephpage" xml:id="stephpage-169b"/> ἀνθρώπου συγχέαι
               καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις <quote rend="blockquote"><l>Γλαῦκʼ, ὅρα, βαθὺς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Γλαῦκ’ ὅρα βαθὺς</foreign> Canterus: <foreign xml:lang="grc">γλαυκεοράβδοις</foreign>
</note> γὰρ ἤδη κύμασι ταράσσεται </l><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Bergk. 2 p. 396</note><l>πόντος, ἀμφὶ δʼ ἄκρᾳ Γυρέων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Γυρέων</foreign> Polus: <foreign xml:lang="grc">γυρῶν</foreign>
</note> ὀρθὸν ἵσταται νέφος,
<milestone n="20" unit="tlnum"/>
</l><l>σῆμα χειμῶνος.</l></quote> τοῦτʼ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς
               ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἴακα προσάγει, τὴν κεραίαν
               ὑφίησι, <quote rend="blockquote">φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος
                  ἐκ
<milestone n="25" unit="tlnum"/> θαλάσσης.</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Bergk. 3 p. 730 Nauck. p. 698</note>
<pb xml:id="v.1.p.415"/> ὁ Ἡσίοδος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 463</note> κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν
               εὔχεσθαι <q>Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ</q> τῆς
<milestone n="169c" unit="stephpage" xml:id="stephpage-169c"/> ἐχέτλης ἐχόμενον, Ὅμηρος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] H 193</note> δὲ τὸν Αἴαντά
               φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς
<milestone n="5" unit="tlnum"/>Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτʼ εὐχομένων
               ἐκείνων ὁπλίζεσθαι. καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν
                  <quote rend="blockquote">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα
                     θέσθω,</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">B 382</note> τότε παρὰ τοῦ Διὸς αἰτεῖ
<milestone n="10" unit="tlnum"/>
<quote rend="blockquote">δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον·</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">B 414</note>
               ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις. ἀλλʼ Ἰουδαῖοι
               σαββάτων ὄντων ἐν ἀγνάπτοις καθεζόμενοι, τῶν πολεμίων κλίμακας
               προστιθέντων
<milestone n="15" unit="tlnum"/> καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ
               ἀνέστησαν ἀλλʼ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ
               συνδεδεμένοι. </p></div><div n="9" subtype="section" type="textpart"><milestone n="169d" unit="stephpage" xml:id="stephpage-169d"/><p rend="indent">τοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ
               καιροῖς ἡ δεισιδαιμονία,
<milestone n="20" unit="tlnum"/> βελτίων δʼ οὐδὲν
               οὐδʼ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος. ἥδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ
               καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν
               καὶ προσκυνήσεις. ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν
               καὶ
<milestone n="25" unit="tlnum"/>Σαρδόνιον γέλωτα τοῖς ποιουμένοις καί που
               παραφθεγγόμενον ἀτρέμα πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν
               οἱ θεοῖς ταῦτα δρᾶσθαι <pb xml:id="v.1.p.416"/> νομίζοντες, ἄλλο δʼ οὐδὲν
               ἔχοντα κακόν. ὁ δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδʼ
               ἥδεσθαι, <quote rend="blockquote"><l> πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Soph. OR 4</note>
<milestone n="5" unit="tlnum"/>
<milestone n="169e" unit="stephpage" xml:id="stephpage-169e"/>
</l><l>ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων</l></quote> ἡ ψυχὴ τοῦ δεισιδαίμονος. ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ
               φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ
               ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος ὅτι <q>βέλτιστοι
<milestone n="10" unit="tlnum"/> γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες·</q> τότε
               γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων
               φωλεοῖς ἢ χειαῖς δρακόντων ἢ μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἢ
               ἀνακτόροις προσιόντες. </p></div><div n="10" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent">ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι τοὺς τὴν
<milestone n="169f" unit="stephpage" xml:id="stephpage-169f"/> ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, μὴ
               φάσκοντας δὲ τὴν δεισιδαιμονίαν. καίτοι γʼ Ἀναξαγόρας δίκην ἔφυγεν
               ἀσεβείας ἐπὶ τῷ λίθον εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δʼ οὐδεὶς εἶπεν
               ἀσεβεῖς ὅτι τὸν ἥλιον
<milestone n="20" unit="tlnum"/> οὐδʼ εἶναι τὸ
               παράπαν νομίζουσι. τί σὺ λέγεις; ὁ μὴ νομίζων θεοὺς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">θεοὺς</foreign> Schellensius: <foreign xml:lang="grc">θεοὺς εἶναι</foreign>
</note> ἀνόσιός ἐστιν; ὁ
               δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις
               ἀνοσιωτέραις σύνεστιν; ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους
               λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι
<milestone n="25" unit="tlnum"/>
<milestone n="170a" unit="stephpage" xml:id="stephpage-170a"/> τὸ παράπαν μήτʼ εἶναι
               Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος
               εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός,
               μικρόλυπος· ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους <pb xml:id="v.1.p.417"/> παραλίπῃς
               ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ
               προσείπῃς, διέδεταί σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ
               παιδίον, ἢ θηρίον ἔχων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἔχων</foreign> del. H</note> τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν.
               τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος θυιάδα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">θυιάδα</foreign> Bergk. 3 p. 620: <foreign xml:lang="grc">θυάδα</foreign>
</note>
               φοιβάδα μαινάδα λυσσάδα Κινησίας ὁ μελοποιὸς ἐκ τῶν
<milestone n="170b" unit="stephpage" xml:id="stephpage-170b"/> θεατῶν ἀναστάς <q>τοιαύτη
                     σοι</q> εἶπε <q>θυγάτηρ γένοιτο.</q><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Lobeck. Aglaoph. p. 633. Bergk. 3 p. 680</note> καὶ μὴν ὅμοια τούτοις καὶ χείρω
               περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν <q>αἵ τε κἂν ἀπʼ ἀγχόνας
               ἀίξασα  αἵ τε καλεχόνα κναίσατε αἵ τε κανέκεκρος μαίουσα ἂν πεφυρμένα 
               ἐσῆλθες αἵ τε καὶ ἐκ τριπόδων καθαρμάτεσσιν ἐπισπώμενα τῷ παλαμναίῳ
               συμπλεχθεῖσα.</q> οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ
               Ἥρας περὶ Ἀφροδίτης· πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι. καίτοι
               τί τοσοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, ὅσου<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὅσον</foreign> H: <foreign xml:lang="grc">οἷον</foreign>
</note> ἡ
               δεισιδαιμονία πέπεικε
<milestone n="170c" unit="stephpage" xml:id="stephpage-170c"/>
               περὶ τῆς θεοῦ τοὺς ἄφρονας, ὡς ἄρα λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας
               γυναικὸς <quote rend="blockquote">ἓξ μὲν θυγατέρας, ἓξ δʼ υἱέας
                  ἡβώοντας;</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Homer. <foreign xml:lang="grc">Ω</foreign> 604</note> οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος.
               εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς
               ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλʼ
               ἠγανάκτει, τούτους ἔδει κατατοξεῦσαι<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κατατοξεῦσαι</foreign> R: <foreign xml:lang="grc">τοξεῦσαι</foreign>
</note> τοὺς τοσαύτην ὠμότητα <pb xml:id="v.1.p.418"/> καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας
               καὶ γράφοντας. τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ
               θηριώδη λεγούσης
<milestone n="170d" unit="stephpage" xml:id="stephpage-170d"/>
<quote rend="blockquote"><l>τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι </l><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Homer. <foreign xml:lang="grc">Ω</foreign> 212</note><l>ἐσθέμεναι προσφῦσα,</l></quote> τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις
               ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι,
               συντήκειν τὸ ἧπαρ. </p></div></div></body></text></TEI>