<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα
<milestone n="25" unit="tlnum"/>
               καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν
               ὑπὸ κουφότητος, δραστηρίου δʼ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται.
               ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους <pb xml:id="v.1.p.405"/> ἐστίν,
               ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει
<milestone n="165d" unit="stephpage" xml:id="stephpage-165d"/> καὶ συντείνει τὸν λογισμόν.
               μόνος δʼ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον
               ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον.
<milestone n="5" unit="tlnum"/>
               ᾗ καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον
               ὠνόμασται. φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς
               δεισιδαιμονίας. οὐ φοβεῖται θάλασσαν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ
               στρατευόμενος, οὐδὲ λῃστὰς ὁ
<milestone n="10" unit="tlnum"/> οἰκουρῶν οὐδὲ
               συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις
               οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν· ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε,
<milestone n="165e" unit="stephpage" xml:id="stephpage-165e"/> γῆν θάλατταν ἀέρα οὐρανὸν
               σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον. οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται
<milestone n="15" unit="tlnum"/> καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν
               δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ
               περιωδυνίαι κοιμωμένων ἀφίστανται· <quote rend="blockquote"><l>ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Eurip. Or. 208</note>
<milestone n="20" unit="tlnum"/>
</l><l>ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.</l></quote> τοῦτʼ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται
               πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ποτε</foreign>] <foreign xml:lang="grc">τότε</foreign> Pflugkius</note> γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ
               ἀναθαρρῆσαι τὰς πικρὰς
<milestone n="165f" unit="stephpage" xml:id="stephpage-165f"/>
               καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ),
<milestone n="25" unit="tlnum"/>
               ἀλλʼ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη
               καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν
               ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, <pb xml:id="v.1.p.406"/>
               μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφʼ αὑτῆς ὡς ὑφʼ ἑτέρου, καὶ δεινὰ
               προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν. εἶτʼ ἐξαναστάντες οὐ κατεφρόνησαν
               οὐδὲ κατεγέλασαν, οὐδʼ ᾔσθοντο ὅτι τῶν ταραξάντων
<milestone n="5" unit="tlnum"/> οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες ἀπάτης
<milestone n="166a" unit="stephpage" xml:id="stephpage-166a"/> οὐδὲν κακὸν ἐχούσης ὕπαρ
               ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας
               ἐμπεσόντες λέγοντας <quote rend="blockquote"><l>ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβεῖ,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Nauck p. 698</note>
<milestone n="10" unit="tlnum"/>
</l><l>χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω,</l></quote> τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλασσαν καὶ
               καθίσας ἐν τῇ γῇ διημέρευσον. <quote rend="blockquote">ὦ βάρβαρʼ
                  ἐξευρόντες Ἕλληνες κακά</quote> τῇ δεισιδαιμονίᾳ, πηλώσεις
               καταβορβορώσεις βαπτισμούς,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">βαπτισμούς</foreign> Bentleius: <foreign xml:lang="grc">σαββατισμούς</foreign>
</note>
<milestone n="15" unit="tlnum"/> ῥίψεις ἐπὶ
               πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις. δικαίῳ τῷ
               στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμιμον μουσικὴν
<milestone n="166b" unit="stephpage" xml:id="stephpage-166b"/> σῴζειν δοκοῦντες·
               ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ
               προσεύχεσθαι, καὶ μὴ
<milestone n="20" unit="tlnum"/> τὴν ἐπὶ τῶν σπλάγχνων
               μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δʼ ἑαυτῶν διαστρέφοντας καὶ
               μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ
               παρανομεῖν εἰς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">εἰς</foreign> H</note> τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας. ἀλλʼ ὅ γε
               κωμικὸς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κωμικὸς</foreign>] Meinek. IV p. 670</note> οὐκ
<milestone n="25" unit="tlnum"/> ἀηδῶς εἴρηκέ που πρὸς τοὺς
               καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας <pb xml:id="v.1.p.407"/>
<quote rend="blockquote"><l>ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοὶ<note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἡμῖν - θεοί</foreign> idem: <foreign xml:lang="grc">ἔδωκαν ἡμῖν οἱ θεοὶ προῖκα</foreign>
</note>
</l><l>τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ<note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">σαυτῷ</foreign> idem: <foreign xml:lang="grc">σεαυτῷ</foreign>
</note> ποιεῖς;</l></quote>
<milestone n="166c" unit="stephpage" xml:id="stephpage-166c"/> ἔστι δὲ καὶ πρὸς τὸν
               δεισιδαίμονα εἰπεῖν ὅ τι τὸν ὕπνον<note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τὸν ὕπνον</foreign> del. Duebnerus. Fort. <foreign xml:lang="grc">μόνον</foreign>
</note> οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν
               καὶ ἀνάπαυσιν,
<milestone n="5" unit="tlnum"/> τί τοῦτο κολαστήριον σαυτῷ
               ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὕπνον</foreign>] <foreign xml:lang="grc">τόπον</foreign> H</note>
               ἀποδρᾶναι μὴ δυναμένης; ὁ Ἡράκλειτός<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ἡεάκλειτος</foreign> Mullach 1 p. 325</note> φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ
               κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι.
               τῷ
<milestone n="10" unit="tlnum"/> δὲ δεισιδαίμονι κοινὸς οὐδεὶς οὐδʼ
               ἴδιός<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">οὐδ’ ἴδιος</foreign> Matthaeus</note> ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε
               κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλʼ ὀνειρώττει μὲν ὁ λογισμός,
               ἐγρήγορε δʼ ὁ φόβος ἀεί, φυγὴ δʼ οὐκ ἔστιν οὐδὲ μετάστασις. </p></div><div n="4" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent">ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος,
               ἀλλʼ οὐδεὶς ἐφοβεῖτο
<milestone n="166d" unit="stephpage" xml:id="stephpage-166d"/>
               τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. ὁ δὲ τὴν τῶν
               θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ
<milestone n="20" unit="tlnum"/> μεταστῇ ποῖ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ποῖ - ποῖ</foreign> H: <foreign xml:lang="grc">ποῦ - ποῦ</foreign>
</note> φύγῃ, ποίαν γῆν ἄθεον
               εὕρῃ, ποίαν θάλασσαν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας
               σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ
               δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην
<milestone n="25" unit="tlnum"/> μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ
               δεισιδαιμονία θεῶν <pb xml:id="v.1.p.408"/> ἀλλαγὴν οὐ δίδωσιν, οὐδʼ ἔστιν
               εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους,
               ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς μειλιχίους
<milestone n="5" unit="tlnum"/>
<milestone n="166e" unit="stephpage" xml:id="stephpage-166e"/> τρέμων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὁ τρέμον</foreign> R</note> καὶ δεδοικώς,
               παρʼ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ
               ἔργων τῶν ἀρίστων. εἶθʼ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ
               λέγουσι <quote rend="blockquote"><l>δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ </l><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Nauck. p. 698</note><l>δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">δυσχερεῖς</foreign> Valckenarius: <foreign xml:lang="grc">δυστυχεῖς</foreign>
</note>
<milestone n="10" unit="tlnum"/>
</l><l>λαβεῖν·</l></quote> πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύκτους
               ἀναποδράστους ἀνυποστάτους<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀνυποστάτους</foreign> Meziriacus: <foreign xml:lang="grc">ἀναποστάτους</foreign>
</note> λαμβάνοντας; ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι
               καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες
<milestone n="15" unit="tlnum"/> ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἢ ναοῦ λάβωνται</foreign>?</note> θαρροῦσιν·
               ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς
               οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. μὴ ἀπόσπα τὸν
               δεισιδαίμονα
<milestone n="166f" unit="stephpage" xml:id="stephpage-166f"/> τῶν
               ἱερῶν· ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται. τί
<milestone n="20" unit="tlnum"/>
               δεῖ μακρὰ λέγειν; <q>πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος·</q> τῆς δὲ δεισιδαιμονίας οὐδʼ οὗτος, ἀλλʼ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα
               τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ
               κακῶν ἐπίνοιαν ἀθανάτων,
<milestone n="25" unit="tlnum"/>
<milestone n="167a" unit="stephpage" xml:id="stephpage-167a"/> καὶ ὅτε παύεται
               πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. ᾍδου τινὲς ἀνοίγονται πύλαι
               βαθεῖαι, <pb xml:id="v.1.p.409"/> καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες
               ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πολυφαντάστων</foreign> Stobaeus Floril. t. IV p. 245: <foreign xml:lang="grc">πολυφάνταστον</foreign>
</note> εἰδώλων τινῶν χαλεπὰς
               μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ
               χάσματα
<milestone n="5" unit="tlnum"/> καὶ μυχοὶ μυρίων κακῶν γέμοντες.
               οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν
               εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">τούτων οὐδὲν τῇ ἀθεότητι πρόσεστιν, ἀλλʼ
<milestone n="10" unit="tlnum"/> ἡ
               μὲν ἄγνοια χαλεπὴ καὶ τὸ παρορᾶν καὶ τυφλώττειν
<milestone n="167b" unit="stephpage" xml:id="stephpage-167b"/> περὶ τηλικαῦτα συμφορὰ μεγάλη ψυχῆς, ὥσπερ
               ὀμμάτων πολλῶν τὸ φανότατον καὶ κυριώτατον ἀπεσβεσμένης τὴν τοῦ θεοῦ
               νόησιν. ταύτῃ δὲ τὸ ἐμπαθές, ὥσπερ εἴρηται, καὶ ἑλκῶδες καὶ
               ταρακτικὸν
<milestone n="15" unit="tlnum"/> καὶ καταδεδουλωμένον εὐθὺς
               πρόσεστι τῇ δόξῃ. μουσικήν φησιν ὁ Πλάτων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. p. 47 d</note> ἐμμελείας καὶ εὐρυθμίας
               δημιουργὸν ἀνθρώποις ὑπὸ θεῶν οὐ τρυφῆς ἕνεκα καὶ κνήσεως ὤτων
               δοθῆναι, ἀλλʼ ὥστε τῶν τῆς ψυχῆς περιόδων καὶ ἁρμονιῶν τὸ ταραχῶδες καὶ
<milestone n="20" unit="tlnum"/> πεπλανημένον ἐν σώματι, μούσης τε καὶ
               χάριτος ἐνδείᾳ πολλαχῇ διʼ ἀκολασίαν καὶ πλημμέλειαν ἐξυβρίζον,
<milestone n="167c" unit="stephpage" xml:id="stephpage-167c"/> αὖθις εἰς τάξιν
               ἀνελίττουσαν οἰκείως καὶ περιάγουσαν καθιστᾶν.<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">καθιστᾶν</foreign>] <foreign xml:lang="grc">καθιστάναι</foreign> H</note>
<quote rend="blockquote"><l>ὅσσα δὲ μὴ πεφίληκε Ζεύς (φησὶ Πίνδαρος)<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Pyth. I 13</note>
<milestone n="25" unit="tlnum"/>
</l><l>ἀτύζονται βοὰν </l><l>Πιερίδων ἀίοντα·</l></quote>
<pb xml:id="v.1.p.410"/> καὶ γὰρ διαγριαίνεται καὶ ἀγανακτεῖ, καὶ τὰς τίγρεις
               δέ φασι περιτυμπανιζομένας ἐκμαίνεσθαι καὶ ταράττεσθαι καὶ τέλος αὑτὰς
               διασπᾶν. ἔλαττον οὖν κακὸν οἷς διὰ κωφότητα καὶ πήρωσιν ἀκοῆς ἀπάθεια
               πρὸς
<milestone n="5" unit="tlnum"/> μουσικὴν καὶ ἀναισθησία συμβέβηκεν. ὁ
               Τειρεσίας ἐχρῆτο δυστυχίᾳ μὴ βλέπων τὰ τέκνα μηδὲ τοὺς συνήθεις, ὁ δʼ
               Ἀθάμας μείζονι καὶ ἡ Ἀγαύη, βλέποντες
<milestone n="167d" unit="stephpage" xml:id="stephpage-167d"/> ὡς λέοντας καὶ ἐλάφους· καὶ τῷ Ἡρακλεῖ
               δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτʼ ἰδεῖν μήτʼ
<milestone n="10" unit="tlnum"/> αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς
               πολεμίοις. </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent">τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος
               ἔχειν τοιαύτην διαφοράν; οἱ μὲν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">μὲν</foreign> Pflugkius: <foreign xml:lang="grc">μὲν οὖν</foreign>
</note> οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ
<milestone n="15" unit="tlnum"/> κακοὺς ὑπάρχειν νομίζουσιν· οἱ μὲν
               παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν
               καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἄμικτον ἄγριον εἶναι καὶ θηριῶδες.
               εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις
<milestone n="20" unit="tlnum"/> ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, καὶ
<milestone n="167e" unit="stephpage" xml:id="stephpage-167e"/> τοιαῦτα πλάττουσι
               καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι· φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν
               καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ
               μεγαλοφροσύνης καὶ εὐμενείας
<milestone n="25" unit="tlnum"/> καὶ κηδεμονίας.
               περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ
               ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα. καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια
               πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ <pb xml:id="v.1.p.411"/> ἀγαθόν, ἡ δὲ
               δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα. φοβοῦνται τοὺς θεοὺς
               καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται
               καὶ καταμέμφονται. κοινὸν
<milestone n="5" unit="tlnum"/> ἀνθρώπων τὸ μὴ
               πάντα διευτυχεῖν·
<milestone n="167f" unit="stephpage" xml:id="stephpage-167f"/>
<quote rend="blockquote"><l> κεῖνοι γάρ τʼ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">γάρ τʼ</foreign> p. 1076 a: <foreign xml:lang="grc">γὰρ</foreign>
</note> ἄνοσοι καὶ ἀγήραοι </l><l>πόνων τʼ ἄπειροι, βαρυβόαν </l><l>πορθμὸν πεφευγότες Ἀχέροντος,</l></quote> ὁ Πίνδαρός<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 432</note> φησι, τὰ δʼ ἀνθρώπινα πάθη καὶ πράγματα
<milestone n="10" unit="tlnum"/> μέμικται συντυχίαις ἄλλοτʼ ἄλλως ῥεούσαις. </p></div></div></body></text></TEI>