<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα
<milestone n="25" unit="tlnum"/>
               καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν
               ὑπὸ κουφότητος, δραστηρίου δʼ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται.
               ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους <pb xml:id="v.1.p.405"/> ἐστίν,
               ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει
<milestone n="165d" unit="stephpage" xml:id="stephpage-165d"/> καὶ συντείνει τὸν λογισμόν.
               μόνος δʼ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον
               ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον.
<milestone n="5" unit="tlnum"/>
               ᾗ καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον
               ὠνόμασται. φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς
               δεισιδαιμονίας. οὐ φοβεῖται θάλασσαν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ
               στρατευόμενος, οὐδὲ λῃστὰς ὁ
<milestone n="10" unit="tlnum"/> οἰκουρῶν οὐδὲ
               συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις
               οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν· ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε,
<milestone n="165e" unit="stephpage" xml:id="stephpage-165e"/> γῆν θάλατταν ἀέρα οὐρανὸν
               σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον. οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται
<milestone n="15" unit="tlnum"/> καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν
               δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ
               περιωδυνίαι κοιμωμένων ἀφίστανται· <quote rend="blockquote"><l>ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Eurip. Or. 208</note>
<milestone n="20" unit="tlnum"/>
</l><l>ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.</l></quote> τοῦτʼ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται
               πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ποτε</foreign>] <foreign xml:lang="grc">τότε</foreign> Pflugkius</note> γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ
               ἀναθαρρῆσαι τὰς πικρὰς
<milestone n="165f" unit="stephpage" xml:id="stephpage-165f"/>
               καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ),
<milestone n="25" unit="tlnum"/>
               ἀλλʼ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη
               καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν
               ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, <pb xml:id="v.1.p.406"/>
               μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφʼ αὑτῆς ὡς ὑφʼ ἑτέρου, καὶ δεινὰ
               προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν. εἶτʼ ἐξαναστάντες οὐ κατεφρόνησαν
               οὐδὲ κατεγέλασαν, οὐδʼ ᾔσθοντο ὅτι τῶν ταραξάντων
<milestone n="5" unit="tlnum"/> οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες ἀπάτης
<milestone n="166a" unit="stephpage" xml:id="stephpage-166a"/> οὐδὲν κακὸν ἐχούσης ὕπαρ
               ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας
               ἐμπεσόντες λέγοντας <quote rend="blockquote"><l>ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβεῖ,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Nauck p. 698</note>
<milestone n="10" unit="tlnum"/>
</l><l>χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω,</l></quote> τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλασσαν καὶ
               καθίσας ἐν τῇ γῇ διημέρευσον. <quote rend="blockquote">ὦ βάρβαρʼ
                  ἐξευρόντες Ἕλληνες κακά</quote> τῇ δεισιδαιμονίᾳ, πηλώσεις
               καταβορβορώσεις βαπτισμούς,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">βαπτισμούς</foreign> Bentleius: <foreign xml:lang="grc">σαββατισμούς</foreign>
</note>
<milestone n="15" unit="tlnum"/> ῥίψεις ἐπὶ
               πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις. δικαίῳ τῷ
               στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμιμον μουσικὴν
<milestone n="166b" unit="stephpage" xml:id="stephpage-166b"/> σῴζειν δοκοῦντες·
               ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ
               προσεύχεσθαι, καὶ μὴ
<milestone n="20" unit="tlnum"/> τὴν ἐπὶ τῶν σπλάγχνων
               μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δʼ ἑαυτῶν διαστρέφοντας καὶ
               μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ
               παρανομεῖν εἰς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">εἰς</foreign> H</note> τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας. ἀλλʼ ὅ γε
               κωμικὸς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κωμικὸς</foreign>] Meinek. IV p. 670</note> οὐκ
<milestone n="25" unit="tlnum"/> ἀηδῶς εἴρηκέ που πρὸς τοὺς
               καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας <pb xml:id="v.1.p.407"/>
<quote rend="blockquote"><l>ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοὶ<note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἡμῖν - θεοί</foreign> idem: <foreign xml:lang="grc">ἔδωκαν ἡμῖν οἱ θεοὶ προῖκα</foreign>
</note>
</l><l>τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ<note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">σαυτῷ</foreign> idem: <foreign xml:lang="grc">σεαυτῷ</foreign>
</note> ποιεῖς;</l></quote>
<milestone n="166c" unit="stephpage" xml:id="stephpage-166c"/> ἔστι δὲ καὶ πρὸς τὸν
               δεισιδαίμονα εἰπεῖν ὅ τι τὸν ὕπνον<note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τὸν ὕπνον</foreign> del. Duebnerus. Fort. <foreign xml:lang="grc">μόνον</foreign>
</note> οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν
               καὶ ἀνάπαυσιν,
<milestone n="5" unit="tlnum"/> τί τοῦτο κολαστήριον σαυτῷ
               ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὕπνον</foreign>] <foreign xml:lang="grc">τόπον</foreign> H</note>
               ἀποδρᾶναι μὴ δυναμένης; ὁ Ἡράκλειτός<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ἡεάκλειτος</foreign> Mullach 1 p. 325</note> φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ
               κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι.
               τῷ
<milestone n="10" unit="tlnum"/> δὲ δεισιδαίμονι κοινὸς οὐδεὶς οὐδʼ
               ἴδιός<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">οὐδ’ ἴδιος</foreign> Matthaeus</note> ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε
               κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλʼ ὀνειρώττει μὲν ὁ λογισμός,
               ἐγρήγορε δʼ ὁ φόβος ἀεί, φυγὴ δʼ οὐκ ἔστιν οὐδὲ μετάστασις. </p></div><div n="4" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent">ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος,
               ἀλλʼ οὐδεὶς ἐφοβεῖτο
<milestone n="166d" unit="stephpage" xml:id="stephpage-166d"/>
               τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. ὁ δὲ τὴν τῶν
               θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ
<milestone n="20" unit="tlnum"/> μεταστῇ ποῖ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ποῖ - ποῖ</foreign> H: <foreign xml:lang="grc">ποῦ - ποῦ</foreign>
</note> φύγῃ, ποίαν γῆν ἄθεον
               εὕρῃ, ποίαν θάλασσαν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας
               σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ
               δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην
<milestone n="25" unit="tlnum"/> μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ
               δεισιδαιμονία θεῶν <pb xml:id="v.1.p.408"/> ἀλλαγὴν οὐ δίδωσιν, οὐδʼ ἔστιν
               εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους,
               ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς μειλιχίους
<milestone n="5" unit="tlnum"/>
<milestone n="166e" unit="stephpage" xml:id="stephpage-166e"/> τρέμων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὁ τρέμον</foreign> R</note> καὶ δεδοικώς,
               παρʼ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ
               ἔργων τῶν ἀρίστων. εἶθʼ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ
               λέγουσι <quote rend="blockquote"><l>δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ </l><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Nauck. p. 698</note><l>δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">δυσχερεῖς</foreign> Valckenarius: <foreign xml:lang="grc">δυστυχεῖς</foreign>
</note>
<milestone n="10" unit="tlnum"/>
</l><l>λαβεῖν·</l></quote> πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύκτους
               ἀναποδράστους ἀνυποστάτους<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀνυποστάτους</foreign> Meziriacus: <foreign xml:lang="grc">ἀναποστάτους</foreign>
</note> λαμβάνοντας; ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι
               καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες
<milestone n="15" unit="tlnum"/> ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἢ ναοῦ λάβωνται</foreign>?</note> θαρροῦσιν·
               ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς
               οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. μὴ ἀπόσπα τὸν
               δεισιδαίμονα
<milestone n="166f" unit="stephpage" xml:id="stephpage-166f"/> τῶν
               ἱερῶν· ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται. τί
<milestone n="20" unit="tlnum"/>
               δεῖ μακρὰ λέγειν; <q>πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος·</q> τῆς δὲ δεισιδαιμονίας οὐδʼ οὗτος, ἀλλʼ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα
               τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ
               κακῶν ἐπίνοιαν ἀθανάτων,
<milestone n="25" unit="tlnum"/>
<milestone n="167a" unit="stephpage" xml:id="stephpage-167a"/> καὶ ὅτε παύεται
               πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. ᾍδου τινὲς ἀνοίγονται πύλαι
               βαθεῖαι, <pb xml:id="v.1.p.409"/> καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες
               ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πολυφαντάστων</foreign> Stobaeus Floril. t. IV p. 245: <foreign xml:lang="grc">πολυφάνταστον</foreign>
</note> εἰδώλων τινῶν χαλεπὰς
               μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ
               χάσματα
<milestone n="5" unit="tlnum"/> καὶ μυχοὶ μυρίων κακῶν γέμοντες.
               οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν
               εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς. </p></div></div></body></text></TEI>