<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><milestone n="5" unit="tlnum"/><p rend="indent">οὐκ ἄμεινον οὖν ἦν Γαλάταις ἐκείνοις καὶ Σκύθαις τὸ παράπαν μήτʼ
               ἔννοιαν ἔχειν θεῶν μήτε φαντασίαν μήθʼ ἱστορίαν ἢ θεοὺς εἶναι
               νομίζειν χαίροντας ἀνθρώπων σφαττομένων αἵματι καὶ τελεωτάτην
<milestone n="171c" unit="stephpage" xml:id="stephpage-171c"/> θυσίαν καὶ ἱερουργίαν ταύτην
               νομίζοντας;
<milestone n="10" unit="tlnum"/> τί δέ; Καρχηδονίοις οὐκ
               ἐλυσιτέλει Κριτίαν λαβοῦσιν ἢ Διαγόραν νομοθέτην ἀπʼ ἀρχῆς μήτε τινὰ
               δαιμόνων μήτε θεῶν νομίζειν ἢ τοιαῦτα θύειν οἷα τῷ Κρόνῳ ἔθυον; οὐχ
               ὥσπερ Ἐμπεδοκλῆς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Ἐμπεδοκλῆς</foreign>] Mullach. 1 p. 13</note> φησι τῶν τὰ ζῷα θυόντων καθαπτόμενος
<milestone n="15" unit="tlnum"/>
<quote rend="blockquote"><l>μορφὴν δʼ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας </l><l>σφάζει ἐπευχόμενος μέγα νήπιος,</l></quote> ἀλλʼ εἰδότες καὶ γιγνώσκοντες αὐτοὶ τὰ αὑτῶν τέκνα καθιέρευον,
               οἱ δʼ ἄτεκνοι παρὰ τῶν πενήτων ὠνούμενοι παιδία κατέσφαζον καθάπερ ἄρνας
               ἢ νεοσσούς,
<milestone n="20" unit="tlnum"/>
<milestone n="171d" unit="stephpage" xml:id="stephpage-171d"/> παρειστήκει δʼ ἡ μήτηρ
               ἄτεγκτος καὶ ἀστένακτος. εἰ δὲ στενάξειεν ἢ δακρύσειεν, ἔδει τῆς τιμῆς
               στέρεσθαι, τὸ δὲ παιδίον οὐδὲν ἧττον ἐθύετο, κρότου τε κατεπίμπλατο
               πάντα πρὸ τοῦ ἀγάλματος ἐπαυλούντων καὶ τυμπανιζόντων ἕνεκα τοῦ μὴ
               γίγνεσθαι τὴν
<milestone n="25" unit="tlnum"/> βοὴν τῶν θρήνων ἐξάκουστον. εἰ
               δὲ Τυφῶνές τινες ἢ Γίγαντες ἦρχον ἡμῶν τοὺς θεοὺς ἐκβαλόντες, ποίαις
               ἂν ἥδοντο θυσίαις ἢ τίνας ἄλλας ἱερουργίας ἀπῄτουν; Ἄμηστρις δʼ ἡ
               Ξέρξου γυνὴ δώδεκα κατώρυξεν <pb xml:id="v.1.p.421"/> ἀνθρώπους ζῶντας ὑπὲρ
               αὑτῆς τῷ ᾍδῃ, ὃν
<milestone n="171e" unit="stephpage" xml:id="stephpage-171e"/> ὁ Πλάτων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Πλάτων</foreign>] Crat. p. 403 c</note> φησὶ φιλάνθρωπον ὄντα καὶ σοφὸν καὶ πλούσιον, πειθοῖ καὶ
               λόγῳ κατέχοντα τὰς ψυχάς, ᾍδην ὠνομάσθαι. Ξενοφάνης δʼ ὁ φυσικὸς τοὺς
<milestone n="5" unit="tlnum"/>Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ
               θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως. <q>οὗτοι</q> φησὶν <q>εἰ μὲν θεοί
                  εἰσι, μὴ θρηνεῖτε αὐτούς· εἰ δʼ ἄνθρωποι, μὴ θύετε αὐτοῖς.</q> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent">ἀλλʼ οὐδὲν οὕτω πολυπλανὲς καὶ πολυπαθὲς
<milestone n="10" unit="tlnum"/>
               νόσημα καὶ μεμιγμένον ἐναντίαις δόξαις καὶ μαχομέναις μᾶλλον<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">μᾶλλον</foreign> del. H</note> ὡς τὸ τῆς
               δεισιδαιμονίας. φευκτέον οὖν αὐτὴν ἀσφαλῶς τε καὶ συμφερόντως, οὐχ ὥσπερ
               οἱ λῃστῶν ἢ θηρίων ἔφοδον ἢ πῦρ ἀπερισκέπτως καὶ ἀλογίστως
               περιφεύγοντες ἐμπίπτουσιν εἰς ἀνοδίας.
<milestone n="171f" unit="stephpage" xml:id="stephpage-171f"/>
<milestone n="15" unit="tlnum"/> βάραθρα καὶ κρημνοὺς ἐχούσας. οὕτω γὰρ
               ἔνιοι φεύγοντες τὴν δεισιδαιμονίαν ἐμπίπτουσιν εἰς ἀθεότητα τραχεῖαν καὶ
               ἀντίτυπον, ὑπερπηδήσαντες ἐν μέσῳ κειμένην τὴν εὐσέβειαν.</p></div></div></body></text></TEI>