<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent">ἆρʼ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν
               οὐκ ἀνόσιον; ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος;
               καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα,
               καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας.
               ὁρᾷς δʼ οἷα περὶ τῶν θεῶν οἱ δεισιδαίμονες
<milestone n="170e" unit="stephpage" xml:id="stephpage-170e"/> φρονοῦσιν, ἐμπλήκτους ἀπίστους εὐμεταβόλους
               τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν
               τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς. πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα
               τῶν κακῶν αὑτῷ διʼ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι;
               μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι. καίτοι προσκυνεῖ γε καὶ θύει
               καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι· καὶ γὰρ τοὺς τυράννους
               ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ <q>κάρα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κάρα</foreign>] Soph. Ant. 326</note>
                  σείοντες.</q> Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας <pb xml:id="v.1.p.419"/> ἐδορυφόρει
<milestone n="170f" unit="stephpage" xml:id="stephpage-170f"/>Φίλιππον, Χαιρέας Γάιον, ἀλλʼ ἕκαστος τούτων ἔλεγε
               παρακολουθῶν <quote rend="blockquote">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε
                  παρείη.</quote>
<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Homer. X 20</note> οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων
<milestone n="5" unit="tlnum"/> οὐ βούλεται, πιστεύει δʼ ἄκων· φοβεῖται γὰρ
               ἀπιστεῖν. καίτοι γʼ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον
               οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπʼ αὐτοῦ πιεζόμενος
               ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον.
<milestone n="10" unit="tlnum"/> νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας
               οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός
               ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται. </p></div><div n="12" subtype="section" type="textpart"><milestone n="171a" unit="stephpage" xml:id="stephpage-171a"/><p rend="indent">καὶ μὴν ὁ ἄθεος δεισιδαιμονίας οὐδαμῆ συναίτιος, 
<milestone n="15" unit="tlnum"/> ἡ δὲ δεισιδαιμονία τῇ ἀθεότητι καὶ γενέσθαι παρέσχεν ἀρχὴν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀρχὴν</foreign> del. H</note>
               καὶ γενομένῃ δίδωσιν ἀπολογίαν, οὐκ ἀληθῆ μὲν οὐδὲ καλήν, προφάσεως δέ
               τινος οὐκ ἄμοιρον οὖσαν. οὐ γὰρ ἐν οὐρανῷ τι μεμπτὸν οὐδʼ ἐν ἄστροις
               οὐδʼ ἐν ὥραις ἢ περιόδοις σελήνης
<milestone n="20" unit="tlnum"/> ἢ
               κινήσεσιν ἡλίου περὶ γῆν,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Plat. Tim. p. 40 c</note> <q>ἡμέρας καὶ νυκτὸς δημιουργοῖς,</q> ἢ
               τροφαῖς ζῴων ἢ καρπῶν γενέσεσι πλημμελὲς καὶ ἄτακτον ἐνιδόντες οὕτως
               ἀθεότητα τοῦ παντὸς κατέγνωσαν, ἀλλὰ τῆς δεισιδαιμονίας ἔργα καὶ πάθη
               καταγέλαστα, καὶ ῥήματα καὶ κινήματα
<milestone n="25" unit="tlnum"/>
<milestone n="171b" unit="stephpage" xml:id="stephpage-171b"/> καὶ γοητεῖαι καὶ
               μαγεῖαι καὶ περιδρομαὶ καὶ τυμπανισμοὶ καὶ ἀκάθαρτοι μὲν καθαρμοὶ ῥυπαραὶ
               δʼ ἁγνεῖαι, βάρβαροι δὲ καὶ παράνομοι πρὸς ἱεροῖς <pb xml:id="v.1.p.420"/>
               κολασμοὶ καὶ προπηλακισμοί, ταῦτα δίδωσιν ἐνίοις λέγειν ὡς μὴ εἶναι
               θεοὺς ἄμεινον ἢ εἶναι, τοιαῦτα μὲν δεχομένους τοιούτοις δὲ χαίροντας,
               οὕτω δʼ ὑβριστάς, οὕτω δὲ μικρολόγους καὶ μικρολόγους </p></div></div></body></text></TEI>