τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δʼ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν. ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ ταῦτα, μοχθηρόν· ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον. πᾶν γὰρ πάθος ἔοικε πληγὴ πληγὴ H: ἀπάτη φλεγμαίνουσα εἶναι· καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι. ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ἡ ὑπόληψις, ἀλλʼ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδʼ ὀδύνην ταράττουσαν. ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον· τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται. πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον· ἀλλʼ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις ὦ τλῆμον ἀρετή, λόγος ἄρʼ ἦσθʼ· ἐγὼ δέ σε Nauck. p. 698 ὡς ἔργον ἤσκουν ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι. οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον εἰς ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι· τὴν δεισιδαιμονίαν δὲ μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς. ἔοικε γὰρ ὁ μὲν ἄθεος ἀκίνητος εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει διαστρέφεσθαι. ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε, τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει προστέθεικεν. ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον. αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν ὑπὸ κουφότητος, δραστηρίου δʼ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται. ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους ἐστίν, ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει καὶ συντείνει τὸν λογισμόν. μόνος δʼ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον. καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον ὠνόμασται. φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς δεισιδαιμονίας. οὐ φοβεῖται θάλασσαν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ στρατευόμενος, οὐδὲ λῃστὰς ὁ οἰκουρῶν οὐδὲ συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν· ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε, γῆν θάλατταν ἀέρα οὐρανὸν σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον. οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ περιωδυνίαι κοιμωμένων ἀφίστανται· ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου, Eurip. Or. 208 ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε. τοῦτʼ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε ποτε ] τότε Pflugkius γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ ἀναθαρρῆσαι τὰς πικρὰς καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ), ἀλλʼ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφʼ αὑτῆς ὡς ὑφʼ ἑτέρου, καὶ δεινὰ προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν. εἶτʼ ἐξαναστάντες οὐ κατεφρόνησαν οὐδὲ κατεγέλασαν, οὐδʼ ᾔσθοντο ὅτι τῶν ταραξάντων οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες ἀπάτης οὐδὲν κακὸν ἐχούσης ὕπαρ ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας ἐμπεσόντες λέγοντας ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβεῖ, Nauck p. 698 χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω, τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλασσαν καὶ καθίσας ἐν τῇ γῇ διημέρευσον. ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά τῇ δεισιδαιμονίᾳ, πηλώσεις καταβορβορώσεις βαπτισμούς, βαπτισμούς Bentleius: σαββατισμούς ῥίψεις ἐπὶ πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις. δικαίῳ τῷ στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμιμον μουσικὴν σῴζειν δοκοῦντες· ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ προσεύχεσθαι, καὶ μὴ τὴν ἐπὶ τῶν σπλάγχνων μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δʼ ἑαυτῶν διαστρέφοντας καὶ μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ παρανομεῖν εἰς εἰς H τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας. ἀλλʼ ὅ γε κωμικὸς κωμικὸς ] Meinek. IV p. 670 οὐκ ἀηδῶς εἴρηκέ που πρὸς τοὺς καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοὶ ἡμῖν - θεοί idem: ἔδωκαν ἡμῖν οἱ θεοὶ προῖκα τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ σαυτῷ idem: σεαυτῷ ποιεῖς; ἔστι δὲ καὶ πρὸς τὸν δεισιδαίμονα εἰπεῖν ὅ τι τὸν ὕπνον τὸν ὕπνον del. Duebnerus. Fort. μόνον οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν καὶ ἀνάπαυσιν, τί τοῦτο κολαστήριον σαυτῷ ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον ὕπνον ] τόπον H ἀποδρᾶναι μὴ δυναμένης; ὁ Ἡράκλειτός Ἡεάκλειτος Mullach 1 p. 325 φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι. τῷ δὲ δεισιδαίμονι κοινὸς οὐδεὶς οὐδʼ ἴδιός οὐδʼ ἴδιος Matthaeus ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλʼ ὀνειρώττει μὲν ὁ λογισμός, ἐγρήγορε δʼ ὁ φόβος ἀεί, φυγὴ δʼ οὐκ ἔστιν οὐδὲ μετάστασις. ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλʼ οὐδεὶς ἐφοβεῖτο τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. ὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ μεταστῇ ποῖ ποῖ - ποῖ H: ποῦ - ποῦ φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλασσαν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ δεισιδαιμονία θεῶν ἀλλαγὴν οὐ δίδωσιν, οὐδʼ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους, ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς μειλιχίους τρέμων ὁ τρέμον R καὶ δεδοικώς, παρʼ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν ἀρίστων. εἶθʼ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ Nauck. p. 698 δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς δυσχερεῖς Valckenarius: δυστυχεῖς λαβεῖν· πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύκτους ἀναποδράστους ἀνυποστάτους ἀνυποστάτους Meziriacus: ἀναποστάτους λαμβάνοντας; ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ, ἢ ναοῦ λάβωνται ? θαρροῦσιν· ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. μὴ ἀπόσπα τὸν δεισιδαίμονα τῶν ἱερῶν· ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται. τί δεῖ μακρὰ λέγειν; πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος· τῆς δὲ δεισιδαιμονίας οὐδʼ οὗτος, ἀλλʼ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. ᾍδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων πολυφαντάστων Stobaeus Floril. t. IV p. 245: πολυφάνταστον εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες. οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς. τούτων οὐδὲν τῇ ἀθεότητι πρόσεστιν, ἀλλʼ ἡ μὲν ἄγνοια χαλεπὴ καὶ τὸ παρορᾶν καὶ τυφλώττειν περὶ τηλικαῦτα συμφορὰ μεγάλη ψυχῆς, ὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον καὶ κυριώτατον ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν. ταύτῃ δὲ τὸ ἐμπαθές, ὥσπερ εἴρηται, καὶ ἑλκῶδες καὶ ταρακτικὸν καὶ καταδεδουλωμένον εὐθὺς πρόσεστι τῇ δόξῃ. μουσικήν φησιν ὁ Πλάτων Πλάτων ] Tim. p. 47 d ἐμμελείας καὶ εὐρυθμίας δημιουργὸν ἀνθρώποις ὑπὸ θεῶν οὐ τρυφῆς ἕνεκα καὶ κνήσεως ὤτων δοθῆναι, ἀλλʼ ὥστε τῶν τῆς ψυχῆς περιόδων καὶ ἁρμονιῶν τὸ ταραχῶδες καὶ πεπλανημένον ἐν σώματι, μούσης τε καὶ χάριτος ἐνδείᾳ πολλαχῇ διʼ ἀκολασίαν καὶ πλημμέλειαν ἐξυβρίζον, αὖθις εἰς τάξιν ἀνελίττουσαν οἰκείως καὶ περιάγουσαν καθιστᾶν. καθιστᾶν ] καθιστάναι H ὅσσα δὲ μὴ πεφίληκε Ζεύς (φησὶ Πίνδαρος) Πίνδαρος ] Pyth. I 13 ἀτύζονται βοὰν Πιερίδων ἀίοντα· καὶ γὰρ διαγριαίνεται καὶ ἀγανακτεῖ, καὶ τὰς τίγρεις δέ φασι περιτυμπανιζομένας ἐκμαίνεσθαι καὶ ταράττεσθαι καὶ τέλος αὑτὰς διασπᾶν. ἔλαττον οὖν κακὸν οἷς διὰ κωφότητα καὶ πήρωσιν ἀκοῆς ἀπάθεια πρὸς μουσικὴν καὶ ἀναισθησία συμβέβηκεν. ὁ Τειρεσίας ἐχρῆτο δυστυχίᾳ μὴ βλέπων τὰ τέκνα μηδὲ τοὺς συνήθεις, ὁ δʼ Ἀθάμας μείζονι καὶ ἡ Ἀγαύη, βλέποντες ὡς λέοντας καὶ ἐλάφους· καὶ τῷ Ἡρακλεῖ δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτʼ ἰδεῖν μήτʼ αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς πολεμίοις.