<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg080.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="164e" unit="stephpage" xml:id="stephpage-164e"/><pb xml:id="v.1.p.403"/>
τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης τὸ
               μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ
               δʼ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν
<milestone n="5" unit="tlnum"/> πεποίηκεν. ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ
               ταῦτα, μοχθηρόν· ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον. πᾶν γὰρ πάθος ἔοικε
<milestone n="164f" unit="stephpage" xml:id="stephpage-164f"/> πληγὴ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πληγὴ</foreign> H: <foreign xml:lang="grc">ἀπάτη</foreign>
</note> φλεγμαίνουσα
               εἶναι· καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ
               πάθους
<milestone n="10" unit="tlnum"/> διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι.
               ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ἡ ὑπόληψις,
               ἀλλʼ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδʼ ὀδύνην ταράττουσαν. ὑπολαμβάνει
               τις τὸν πλοῦτον
<milestone n="165a" unit="stephpage" xml:id="stephpage-165a"/> ἀγαθὸν
               εἶναι μέγιστον· τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει,
<milestone n="15" unit="tlnum"/>
               νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν,
               ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται. πάλιν οἴονταί τινες
               εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν· αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων
               δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον· ἀλλʼ
<milestone n="20" unit="tlnum"/> αἵτινές
               εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις <pb xml:id="v.1.p.404"/>
<quote rend="blockquote"><l>ὦ τλῆμον ἀρετή, λόγος ἄρʼ ἦσθʼ· ἐγὼ δέ σε </l><note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Nauck. p. 698</note><l>ὡς ἔργον ἤσκουν</l></quote> ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς
               ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν
<milestone n="5" unit="tlnum"/>
<milestone n="165b" unit="stephpage" xml:id="stephpage-165b"/> ὁμοῦ καὶ δυσχεραίνειν,
               ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς
               ψυχαῖς παροῦσαι. 
</p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ
               μηδὲν εἶναι μακάριον καὶ
<milestone n="10" unit="tlnum"/> ἄφθαρτον εἰς
               ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν
               αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι· τὴν δεισιδαιμονίαν δὲ
               μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν
               ἐκταπεινοῦντος καὶ συντρίβοντος
<milestone n="15" unit="tlnum"/> τὸν ἄνθρωπον,
               οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς. ἔοικε γὰρ
               ὁ μὲν
<milestone n="165c" unit="stephpage" xml:id="stephpage-165c"/> ἄθεος ἀκίνητος
               εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει
               διαστρέφεσθαι. ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε,
<milestone n="20" unit="tlnum"/> τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει
               προστέθεικεν. ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ
               δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον. </p></div></div></body></text></TEI>