<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent">τούτων πάλιν ἀναγνωσθέντων, ὦ Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις ὁ Ἄμασις. ἐκείνου δʼ εἰπόντος 
<milestone unit="stephpage" xml:id="stephpage-153b" n="153b"/> ὅτι τὰς μὲν ἀπεδέξατο ταῖς δʼ ἐδυσκόλαινε, <q>καὶ 
<milestone unit="tlnum" n="20"/> μὴν οὐδὲν</q> εἶπεν ὁ Θαλῆς <q>ἀνεπίληπτόν ἐστιν, ἀλλʼ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας. οἷον εὐθὺς ὁ χρόνος πῶς ἂν εἴη πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δʼ ἐνεστώς ἐστι τὸ δὲ μέλλον; ὁ γὰρ μεθʼ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν 
<milestone unit="tlnum" n="25"/> νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. εἰ δὲ τὸ <pb xml:id="v.1.p.375"/> φῶς καλόν ὥσπερ ἐστὶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καλὸν ὡσπερ ἐστὶν</foreign> R: <foreign xml:lang="grc">ὥσπερ καλόν ἐστιν</foreign> </note> ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε; τῶν δʼ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-153c" n="153c"/> δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης· οὐ γὰρ ἂν 
<milestone unit="tlnum" n="5"/> μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδʼ ὁ θάνατος κοινότατόν ἐστιν· οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλʼ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀποφάσεις, τὰς οἰκείας</foreign> H nescio unde: <foreign xml:lang="grc">ἰδίας ἀποφάσεις</foreign> </note> ταῖς ἐκείνου παραβάλωμεν· ἐμαυτὸν 
<milestone unit="tlnum" n="10"/> δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθʼ ἕκαστον.</q> ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; <q>θεός</q> ἔφη Θαλῆς· <q>ἀγέννητον γάρ ἐστι.</q> <q>τί μέγιστον;</q> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-153d" n="153d"/> <q>τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει</q> <q>τί κάλλιστον;</q> <q>κόσμος· πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί.</q> <q>τί σοφώτατον;</q> <q>χρόνος· τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δʼ εὑρήσει.</q> <q>τί κοινότατον;</q> <q>ἐλπίς· καὶ 
<milestone unit="tlnum" n="20"/> γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι.</q> <q>τί ὠφελιμώτατον;</q> <q>ἀρετή· καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ.</q> <q>τί βλαβερώτατον; </q> <q>κακία· καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη</q> <q>τί ἰσχυρότατον;</q> <q>ἀνάγκη· μόνον γὰρ ἀνίκητον. τί ῥᾷστον;</q> 
<milestone unit="tlnum" n="25"/> <q>τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλοὶ</foreign> Hauptius</note> πολλάκις ἀπαγορεύουσιν.</q> <pb xml:id="v.1.p.376"/> 
<milestone unit="stephpage" xml:id="stephpage-153e" n="153e"/> </p></div></div></body></text></TEI>