<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">γενομένης δὲ σιωπῆς ὁ Περίανδρος ὁρῶν βουλόμενον μὲν ὀκνοῦντα δʼ ἄρξασθαι τοῦ λόγου τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-151a" n="151a"/>Νειλόξενον <q>ἐγώ τοι</q> εἶπεν <q>ὦ ἄνδρες ἐπαινῶ καὶ 
<milestone unit="tlnum" n="10"/> πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι· καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δʼ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, 
<milestone unit="tlnum" n="15"/> οὓς ὁ βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθʼ ὑμῶν</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑμῶν</foreign> Meziriacus: <foreign xml:lang="grc">ἡμῶν</foreign> </note> Καὶ ὁ Βίας <q>ποῦ γὰρ ἢ μετὰ τίνων</q> ἔφη <q>προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰ δέοι</foreign> H</note> πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος 
<milestone unit="tlnum" n="20"/> ἄρξασθαι μὲν ἀπʼ ἐμοῦ, περιελθεῖν δʼ εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-151b" n="151b"/> ἅπαντας ὑμᾶς τὸν λόγον;</q> Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον ὁ Νειλόξενος, ὁ δʼ αὐτὸν ἐκέλευσε λύσαντα πάντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάντα</foreign> del. R</note> πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα. 
<milestone unit="tlnum" n="25"/> <q>βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων. βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με <pb xml:id="v.1.p.370"/> κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι 
<milestone unit="stephpage" xml:id="stephpage-151c" n="151c"/> δʼ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. ἃ δὲ 
<milestone unit="tlnum" n="5"/> δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρʼ ἡμῶν οὐ τἀμὰ κωλύσει.</q> Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν ὁ Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας 
<milestone unit="tlnum" n="10"/> ἐγγὺς κατακειμένῳ <q>τί λέγεις</q> εἶπεν <q>ὦ Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐθελήσειεν ἂν</foreign>?</note> ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν;</q> Καὶ ὁ Νειλόξενος γελάσας <q>ὡς θελήσοντος</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θελήσοντος</foreign> Pflugkius: <foreign xml:lang="grc">θελήσαντος</foreign> </note> εἶπεν <q>ὦ Βία σκόπει 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-151d" n="151d"/> τὸ δυνατόν.</q> <q>φραζέτω τοίνυν</q> ἔφη <q>τῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἕως αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν· περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης.</q> ὡς δὲ ταῦτʼ εἶπεν ὁ Βίας, ὁ μὲν Νειλόξενος 
<milestone unit="tlnum" n="20"/> ὑφʼ ἡδονῆς ὥρμησε περιβαλεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περιβαλεῖν</foreign> H: <foreign xml:lang="grc">περιβάλλειν</foreign> </note> τὸν Βίαντα καὶ φιλῆσαι· τῶν δʼ ἄλλων ἐπαινεσάντων καὶ ἀποδεξαμένων γελάσας ὁ Χίλων <q>ὦ Ναυκρατῖτα</q> ἔφη <q>ξένε, πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην 
<milestone unit="tlnum" n="25"/> ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-151e" n="151e"/> γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει· περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων <pb xml:id="v.1.p.371"/> ἄριστος, ἃ μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις ἢ νῦν ἀναφανῇ δυσγενέστερος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δυσγενέστερος</foreign> R: <foreign xml:lang="grc">δυσγενέστατος</foreign> </note></q> 
<milestone unit="tlnum" n="5"/> <q>καὶ μήν</q> ἔφη ὁ Περίανδρος <q>ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας <q>ἀνδρακάς,</q> ὥσπερ ἔφησεν Ὅμηρος·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">ν</foreign> 14</note> ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας ἡ παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος</q> 
<milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-151f" n="151f"/> τοῦ λόγου δίκαιός ἐστιν, οὐ μόνον ὅτι πάντων προήκει καθʼ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλʼ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, ὁ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign> H: <foreign xml:lang="grc">ὁ οὖν</foreign> </note> Νειλόξενος 
<milestone unit="tlnum" n="15"/> ἡσυχῇ πρὸς ἐμὲ <q>πολλὰ γʼ</q> εἶπεν <q>ὦ Διόκλεις πιστεύεται ψευδῶς , καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρʼ ἑτέρων ἑτοίμως,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἑτοίμως</foreign> W: <foreign xml:lang="grc">ἕτοιμοι</foreign> </note> οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-152a" n="152a"/> ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους ὁ Σόλων ἔφη μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὴ</foreign> W</note> μετακινητοὺς εἶναι.</q> Καὶ ἐγὼ <q>γελοῖος</q> ἔφην <q>ὁ λόγος· οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείαν</q> 
<milestone unit="tlnum" n="25"/> Μικρὸν οὖν ἐπισχὼν ὁ Σόλων <q>ἐμοὶ μὲν</q> ἔφη <q>δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας <pb xml:id="v.1.p.372"/> κατασκευάσειε τοῖς πολίταις.</q> Δεύτερος δʼ ὁ Βίας εἶπεν <q>εἰ, ἀτρόποις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀτρόποις</foreign> scripsi: <foreign xml:lang="grc">πρῶτος</foreign> aut <foreign xml:lang="grc">τρόποις</foreign> </note> χρῷτο τοῖς νόμοις τῆς πατρίδος.</q> ἐπὶ τούτῳ δʼ ὁ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. 
<milestone unit="tlnum" n="5"/>τέταρτος Ἀνάχαρσις <q>εἰ μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὴ</foreign> Stobaeus Floril XLVIII 47</note> μόνος εἴη φρόνιμος</q> Πέμπτος δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δ’ ὁ</foreign>?</note> Κλεόβουλος <q>εἰ μηδενὶ πιστεύοι τῶν 
<milestone unit="stephpage" xml:id="stephpage-152b" n="152b"/> συνόντων</q> ἕκτος δʼ ὁ Πιττακὸς <q>εἰ τοὺς ὑπηκόους ὁ ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλʼ ὑπὲρ αὐτοῦ.</q> Μετὰ τοῦτον ὁ Χίλων ἔφη τὸν ἄρχοντα 
<milestone unit="tlnum" n="10"/> χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντʼ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. ὁ δʼ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπον <q>ἐγὼ τοίνυν</q> ἔφη <q>προσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας 
<milestone unit="tlnum" n="15"/> σχεδὸν ἀφιστάναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αφιστάναι</foreign> W: <foreign xml:lang="grc">ἀφεστάναι</foreign> </note> τοῦ ἄρχειν τὸν νοῦν ἔχοντα</q> Καὶ ὁ Αἴσωπος οἷον ἐλεγκτικῶς <q>ἔδει τοίνυν</q> ἔφη <q>τοῦτο καθʼ ἑαυτοὺς περαίνειν καὶ μή , συμβούλους φάσκοντας 
<milestone unit="stephpage" xml:id="stephpage-152c" n="152c"/> εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν 
<milestone unit="tlnum" n="20"/> ἀρχόντων</q> ἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς ὁ Σόλων καὶ διαμειδιάσας εἶπεν <q>οὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν ἢ τὸ ἄρχειν;</q> <q>τίς δʼ ἂν</q> ἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον ἢ τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον;</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀκοῦον</foreign> nescio quis: <foreign xml:lang="grc">ἀκούειν</foreign> </note></quote> Καὶ ὁ Σόλων <q>ἀλλὰ μήν</q> ἔφη <q>καὶ νῦν ἑνὸς Ἀθηναῖοι <pb xml:id="v.1.p.373"/> 
<milestone unit="stephpage" xml:id="stephpage-152d" n="152d"/> κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θεοῦ</foreign> R: <foreign xml:lang="grc">σοῦ</foreign> </note> φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν 
<milestone unit="tlnum" n="5"/> ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δʼ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων</q> <q>σὺ γάρ</q> ἔφη ὁ Αἴσωπος <q>οὔπω γέγραφας ὅτι ὅμοιον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅτι ὅμοιον</foreign> del. idem</note> οἰκέτας μὴ μεθύειν, ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">ᾧ</foreign></note> ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖν.</q> γελάσαντος 
<milestone unit="tlnum" n="10"/> οὖν τοῦ Σόλωνος Κλεόδωρος ὁ ἰατρὸς <q>ἀλλʼ ὅμοιον</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλ’ ἀνοίμοιον</foreign> W</note> ἔφη <q>τῷ ξηραλοιφεῖν τὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῷ - τὸ</foreign> Patzigius: <foreign xml:lang="grc">τὸ - τῷ</foreign> </note> λαλεῖν ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> del. Herwerdenus</note> οἴνῳ βρεχόμενον· 
<milestone unit="stephpage" xml:id="stephpage-152e" n="152e"/> ἥδιστον γάρ ἐστι.</q> Καὶ ὁ Χίλων ὑπολαβὼν ἔφη <q>διὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦ</q> Πάλιν δʼ ὁ Αἴσωπος <q>καὶ μήν</q> ἔφη <q>Θαλῆς ἔδοξεν εἰπεῖν ὅτι 
<milestone unit="tlnum" n="15"/> τάχιστα γηράσει</q> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">γελάσας οὖν ὁ Περίανδρος, <q>ἔχομεν</q> εἶπεν <q>Αἴσωπε τὴν δίκην προσηκόντως,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσηκόντως</foreign> R: <foreign xml:lang="grc">προσηκόντως ὅτι</foreign> </note> πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες. ὅρα δή, Νειλόξενε, τὰ 
<milestone unit="tlnum" n="20"/> λοιπὰ τῆς ἐπιστολῆς, καὶ χρῶ παροῦσιν ἐν ταὐτῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταύτῷ</foreign> idem: <foreign xml:lang="grc">τούτῳ</foreign> </note> τοῖς ἀνδράσιν</q> <q>ἀλλὰ μήν</q> ὁ Νειλόξενος ἔφη <q>τὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴν <q>ἀχνυμένην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀχνυμένην</foreign>] Bergk. 2 p. 409</note> σκυτάλην</q> προσείποι κατʼ Ἀρχίλοχον, ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-152f" n="152f"/> δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις 
<milestone unit="tlnum" n="25"/> προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ <pb xml:id="v.1.p.374"/> αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> ante <foreign xml:lang="grc">βλαβερώτατον</foreign> add. H</note> ἰσχυρότατον καὶ τὸ ῥᾷστον</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ῤᾷστον</foreign> H: <foreign xml:lang="grc">ῥᾷστον εἰπεῖν</foreign> </note> 
<milestone unit="tlnum" n="5"/> <q>ἆρʼ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον;</q> <q>οὕτως</q> ὁ Νειλόξενος ἔφη· <q>κρίνετε δʼ ὑμεῖς ἀκούσαντες. 
<milestone unit="stephpage" xml:id="stephpage-153a" n="153a"/> περὶ πολλοῦ γὰρ ὁ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἲ τέ τι σφάλλεται κατὰ ταύτας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατ’ αὐτὰς</foreign> Madvigius</note> ὁ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign> W</note> ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν 
<milestone unit="tlnum" n="10"/> ἀνεξέλεγκτον. ἀναγνώσομαι δʼ ὑμῖν ὥσπερ ἀπεκρίνατο. <q>τί πρεσβύτατον;</q> <q>χρόνος.</q> <q>τί μέγιστον;</q> <q>κόσμος.</q> <q>τί σοφώτατον;</q> <q>ἀλήθεια.</q> <q>τί κάλλιστον;</q> <q>φῶς.</q> <q>τί κοινότατον;</q> <q>θάνατος.</q> <q>τί ὠφελιμώτατον;</q> <q>θεός.</q> <q>τί βλαβερώτατον;</q> <q>δαίμων.</q> <q>τί ῥωμαλεώτατον;</q> <q>τύχη.</q> 
<milestone unit="tlnum" n="15"/> <q>τί ῥᾷστον;</q> <q>ἡδύ.</q></q></p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">τούτων πάλιν ἀναγνωσθέντων, ὦ Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις ὁ Ἄμασις. ἐκείνου δʼ εἰπόντος 
<milestone unit="stephpage" xml:id="stephpage-153b" n="153b"/> ὅτι τὰς μὲν ἀπεδέξατο ταῖς δʼ ἐδυσκόλαινε, <q>καὶ 
<milestone unit="tlnum" n="20"/> μὴν οὐδὲν</q> εἶπεν ὁ Θαλῆς <q>ἀνεπίληπτόν ἐστιν, ἀλλʼ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας. οἷον εὐθὺς ὁ χρόνος πῶς ἂν εἴη πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δʼ ἐνεστώς ἐστι τὸ δὲ μέλλον; ὁ γὰρ μεθʼ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν 
<milestone unit="tlnum" n="25"/> νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. εἰ δὲ τὸ <pb xml:id="v.1.p.375"/> φῶς καλόν ὥσπερ ἐστὶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καλὸν ὡσπερ ἐστὶν</foreign> R: <foreign xml:lang="grc">ὥσπερ καλόν ἐστιν</foreign> </note> ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε; τῶν δʼ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-153c" n="153c"/> δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης· οὐ γὰρ ἂν 
<milestone unit="tlnum" n="5"/> μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδʼ ὁ θάνατος κοινότατόν ἐστιν· οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλʼ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀποφάσεις, τὰς οἰκείας</foreign> H nescio unde: <foreign xml:lang="grc">ἰδίας ἀποφάσεις</foreign> </note> ταῖς ἐκείνου παραβάλωμεν· ἐμαυτὸν 
<milestone unit="tlnum" n="10"/> δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθʼ ἕκαστον.</q> ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; <q>θεός</q> ἔφη Θαλῆς· <q>ἀγέννητον γάρ ἐστι.</q> <q>τί μέγιστον;</q> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-153d" n="153d"/> <q>τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει</q> <q>τί κάλλιστον;</q> <q>κόσμος· πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί.</q> <q>τί σοφώτατον;</q> <q>χρόνος· τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δʼ εὑρήσει.</q> <q>τί κοινότατον;</q> <q>ἐλπίς· καὶ 
<milestone unit="tlnum" n="20"/> γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι.</q> <q>τί ὠφελιμώτατον;</q> <q>ἀρετή· καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ.</q> <q>τί βλαβερώτατον; </q> <q>κακία· καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη</q> <q>τί ἰσχυρότατον;</q> <q>ἀνάγκη· μόνον γὰρ ἀνίκητον. τί ῥᾷστον;</q> 
<milestone unit="tlnum" n="25"/> <q>τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλοὶ</foreign> Hauptius</note> πολλάκις ἀπαγορεύουσιν.</q> <pb xml:id="v.1.p.376"/> 
<milestone unit="stephpage" xml:id="stephpage-153e" n="153e"/> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἀποδεξαμένων δὲ πάντων τὸν Θαλῆν , Κλεόδωρος εἶπε <q>τοσαῦτʼ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, ὦ Νειλόξενε, προσῆκόν ἐστιν· ὁ δὲ προπίνων τὴν θάλατταν Ἀμάσιδι βάρβαρος ἐδεῖτο τῆς 
<milestone unit="tlnum" n="5"/>Πιττακοῦ βραχυλογίας, ᾗ πρὸς Ἀλυάττην ἐχρήσατο προστάττοντά τι καὶ γράφοντα Λεσβίοις ὑπερήφανον, ἀποκρινάμενος οὐδὲν ἀλλʼ ἢ μόνον κελεύσας κρόμμυα καὶ θερμὸν ἄρτον ἐσθίειν</q> ὑπολαβὼν οὖν ὁ Περίανδρος <q>ἀλλὰ μήν</q> ἔφη <q>καὶ τοῖς παλαιοῖς 
<milestone unit="tlnum" n="10"/>Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις 
<milestone unit="stephpage" xml:id="stephpage-153f" n="153f"/> ἀπορίας προβάλλειν. ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον· ἦν δʼ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα 
<milestone unit="tlnum" n="15"/> παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ληλάντου</foreign> H: <foreign xml:lang="grc">λαλάντου</foreign> </note> μάχαις ἔπεσεν. ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετʼ αἰδοῦς τοῖς κρίνουσι 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-154a" n="154a"/> παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλʼ ὁ μέν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προύβαλ’ ὁ μέν</foreign> B. Muellerus: <foreign xml:lang="grc">προύβαλε μέν</foreign> </note> ὥς φησι Λέσχης <quote rend="blockquote"><l>Μοῦσά μοι ἔννεπε κεῖνα μήτʼ ἐγένοντο πάροιθε </l><l>μήτʼ ἔσται μετόπισθεν</l></quote>, ἀπεκρίνατο δʼ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>ἀλλʼ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι </l><l>ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης</l></quote> <pb xml:id="v.1.p.377"/> καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν</q> <q>τί δὲ ταῦθʼ</q> ὁ Κλεόδωρος εἶπε <q>διαφέρει 
<milestone unit="stephpage" xml:id="stephpage-154b" n="154b"/> τῶν Εὐμήτιδος αἰνιγμάτων; ἃ ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν 
<milestone unit="tlnum" n="5"/> ὥσπερ ἕτεραι ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον</q> ἡ μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπʼ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος· 
<milestone unit="tlnum" n="10"/> ὁ δʼ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆς <q>οὐ γελοιότερον οὖν</q> εἶπε <q>τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν <quote rend="blockquote"><l>ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα;</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-154c" n="154c"/> τί τοῦτʼ ἐστὶν ἔχοις ἂν εἰπεῖν;</q> <q>ἀλλʼ οὐδὲ μαθεῖν δέομαι</q> ἔφη ὁ Κλεόδωρος. <q>καὶ μὴν οὐδείς</q> ἔφη <q>σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον· εἰ δʼ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας.</q> ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε· καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις 
<milestone unit="tlnum" n="20"/> τῶν καθʼ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἥκιστα τὸ βοήθημα τοῦτο διʼ ἐκεῖνον ἔσχηκε. </p></div></div></body></text></TEI>