γενομένης δὲ σιωπῆς ὁ Περίανδρος ὁρῶν βουλόμενον μὲν ὀκνοῦντα δʼ ἄρξασθαι τοῦ λόγου τὸν Νειλόξενον ἐγώ τοι εἶπεν ὦ ἄνδρες ἐπαινῶ καὶ πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι· καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δʼ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, οὓς ὁ βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθʼ ὑμῶν ὑμῶν Meziriacus: ἡμῶν Καὶ ὁ Βίας ποῦ γὰρ ἢ μετὰ τίνων ἔφη προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ, εἰ δέοι H πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος ἄρξασθαι μὲν ἀπʼ ἐμοῦ, περιελθεῖν δʼ εἰς ἅπαντας ὑμᾶς τὸν λόγον; Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον ὁ Νειλόξενος, ὁ δʼ αὐτὸν ἐκέλευσε λύσαντα πάντα πάντα del. R πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα. βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων. βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι δʼ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρʼ ἡμῶν οὐ τἀμὰ κωλύσει. Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν ὁ Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας ἐγγὺς κατακειμένῳ τί λέγεις εἶπεν ὦ Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει ἐθελήσειεν ἂν ? ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν; Καὶ ὁ Νειλόξενος γελάσας ὡς θελήσοντος θελήσοντος Pflugkius: θελήσαντος εἶπεν ὦ Βία σκόπει τὸ δυνατόν. φραζέτω τοίνυν ἔφη τῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἕως αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν· περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης. ὡς δὲ ταῦτʼ εἶπεν ὁ Βίας, ὁ μὲν Νειλόξενος ὑφʼ ἡδονῆς ὥρμησε περιβαλεῖν περιβαλεῖν H: περιβάλλειν τὸν Βίαντα καὶ φιλῆσαι· τῶν δʼ ἄλλων ἐπαινεσάντων καὶ ἀποδεξαμένων γελάσας ὁ Χίλων ὦ Ναυκρατῖτα ἔφη ξένε, πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει· περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων ἄριστος, ἃ μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις ἢ νῦν ἀναφανῇ δυσγενέστερος δυσγενέστερος R: δυσγενέστατος καὶ μήν ἔφη ὁ Περίανδρος ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας ἀνδρακάς, ὥσπερ ἔφησεν Ὅμηρος· Ὅμηρος ] ν 14 ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας ἡ παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν, οὐ μόνον ὅτι πάντων προήκει καθʼ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλʼ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, ὁ ὁ H: ὁ οὖν Νειλόξενος ἡσυχῇ πρὸς ἐμὲ πολλὰ γʼ εἶπεν ὦ Διόκλεις πιστεύεται ψευδῶς , καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρʼ ἑτέρων ἑτοίμως, ἑτοίμως W: ἕτοιμοι οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους ὁ Σόλων ἔφη μὴ μὴ W μετακινητοὺς εἶναι. Καὶ ἐγὼ γελοῖος ἔφην ὁ λόγος· οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείαν Μικρὸν οὖν ἐπισχὼν ὁ Σόλων ἐμοὶ μὲν ἔφη δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας κατασκευάσειε τοῖς πολίταις. Δεύτερος δʼ ὁ Βίας εἶπεν εἰ, ἀτρόποις ἀτρόποις scripsi: πρῶτος aut τρόποις χρῷτο τοῖς νόμοις τῆς πατρίδος. ἐπὶ τούτῳ δʼ ὁ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. τέταρτος Ἀνάχαρσις εἰ μὴ μὴ Stobaeus Floril XLVIII 47 μόνος εἴη φρόνιμος Πέμπτος δὲ δὲ ] δʼ ὁ ? Κλεόβουλος εἰ μηδενὶ πιστεύοι τῶν συνόντων ἕκτος δʼ ὁ Πιττακὸς εἰ τοὺς ὑπηκόους ὁ ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλʼ ὑπὲρ αὐτοῦ. Μετὰ τοῦτον ὁ Χίλων ἔφη τὸν ἄρχοντα χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντʼ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. ὁ δʼ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπον ἐγὼ τοίνυν ἔφη προσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας σχεδὸν ἀφιστάναι αφιστάναι W: ἀφεστάναι τοῦ ἄρχειν τὸν νοῦν ἔχοντα Καὶ ὁ Αἴσωπος οἷον ἐλεγκτικῶς ἔδει τοίνυν ἔφη τοῦτο καθʼ ἑαυτοὺς περαίνειν καὶ μή , συμβούλους φάσκοντας εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν ἀρχόντων ἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς ὁ Σόλων καὶ διαμειδιάσας εἶπεν οὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν ἢ τὸ ἄρχειν; τίς δʼ ἂν ἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον ἢ τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον; ἀκοῦον nescio quis: ἀκούειν Καὶ ὁ Σόλων ἀλλὰ μήν ἔφη καὶ νῦν ἑνὸς Ἀθηναῖοι κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ θεοῦ R: σοῦ φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δʼ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων σὺ γάρ ἔφη ὁ Αἴσωπος οὔπω γέγραφας ὅτι ὅμοιον ὅτι ὅμοιον del. idem οἰκέτας μὴ μεθύειν, ὡς ὡς ] ᾧ ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖν. γελάσαντος οὖν τοῦ Σόλωνος Κλεόδωρος ὁ ἰατρὸς ἀλλʼ ὅμοιον ἀλλʼ ἀνοίμοιον W ἔφη τῷ ξηραλοιφεῖν τὸ τῷ - τὸ Patzigius: τὸ - τῷ λαλεῖν ἐν ἐν del. Herwerdenus οἴνῳ βρεχόμενον· ἥδιστον γάρ ἐστι. Καὶ ὁ Χίλων ὑπολαβὼν ἔφη διὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦ Πάλιν δʼ ὁ Αἴσωπος καὶ μήν ἔφη Θαλῆς ἔδοξεν εἰπεῖν ὅτι τάχιστα γηράσει γελάσας οὖν ὁ Περίανδρος, ἔχομεν· εἶπεν Αἴσωπε τὴν δίκην προσηκόντως, προσηκόντως R: προσηκόντως ὅτι πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες. ὅρα δή, Νειλόξενε, τὰ λοιπὰ τῆς ἐπιστολῆς, καὶ χρῶ παροῦσιν ἐν ταὐτῷ ταύτῷ idem: τούτῳ τοῖς ἀνδράσιν ἀλλὰ μήν ὁ Νειλόξενος ἔφη τὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴν ἀχνυμένην ἀχνυμένην ] Bergk. 2 p. 409 σκυτάλην προσείποι κατʼ Ἀρχίλοχον, ὁ δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ τὸ ante βλαβερώτατον add. H ἰσχυρότατον καὶ τὸ ῥᾷστον ῤᾷστον H: ῥᾷστον εἰπεῖν ἆρʼ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον; οὕτως ὁ Νειλόξενος ἔφη κρίνετε δʼ ὑμεῖς ἀκούσαντες. περὶ πολλοῦ γὰρ ὁ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἲ τέ τι σφάλλεται κατὰ ταύτας κατʼ αὐτὰς Madvigius ὁ ὁ W ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν ἀνεξέλεγκτον. ἀναγνώσομαι δʼ ὑμῖν ὥσπερ ἀπεκρίνατο. τί πρεσβύτατον; χρόνος. τί μέγιστον; κόσμος. τί σοφώτατον; ἀλήθεια. τί κάλλιστον; φῶς· τί κοινότατον; θάνατος. τί ὠφελιμώτατον; θεός. τί βλαβερώτατον; δαίμων. τί ῥωμαλεώτατον; τύχη τί ῥᾷστον; ἡδύ. τούτων πάλιν ἀναγνωσθέντων, ὦ Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις ὁ Ἄμασις. ἐκείνου δʼ εἰπόντος ὅτι τὰς μὲν ἀπεδέξατο ταῖς δʼ ἐδυσκόλαινε, καὶ μὴν οὐδὲν εἶπεν ὁ Θαλῆς ἀνεπίληπτόν ἐστιν, ἀλλʼ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας. οἷον εὐθὺς ὁ χρόνος πῶς ἂν εἴη πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δʼ ἐνεστώς ἐστι τὸ δὲ μέλλον; ὁ γὰρ μεθʼ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. εἰ δὲ τὸ φῶς καλόν ὥσπερ ἐστὶν καλὸν ὡσπερ ἐστὶν R: ὥσπερ καλόν ἐστιν ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε; τῶν δʼ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης· οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδʼ ὁ θάνατος κοινότατόν ἐστιν· οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλʼ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας ἀποφάσεις, τὰς οἰκείας H nescio unde: ἰδίας ἀποφάσεις ταῖς ἐκείνου παραβάλωμεν· ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθʼ ἕκαστον. ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; θεός ἔφη Θαλῆς· ἀγέννητον γάρ ἐστι. τί μέγιστον; τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει τί κάλλιστον; κόσμος πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί. τί σοφώτατον; χρόνος· τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δʼ εὑρήσει. τί κοινότατον; ἐλπίς· καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι. τί ὠφελιμώτατον; ἀρετή· καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ. τί βλαβερώτατον κακία· καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη τί ἰσχυρότατον; ἀνάγκη· μόνον γὰρ ἀνίκητον τί ῥᾷστον; τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ πολλοὶ Hauptius πολλάκις ἀπαγορεύουσιν. ἀποδεξαμένων δὲ πάντων τὸν Θαλῆν , Κλεόδωρος εἶπε τοσαῦτʼ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, ὦ Νειλόξενε, προσῆκόν ἐστιν· ὁ δὲ προπίνων τὴν θάλατταν Ἀμάσιδι βάρβαρος ἐδεῖτο τῆς Πιττακοῦ βραχυλογίας, ᾗ πρὸς Ἀλυάττην ἐχρήσατο προστάττοντά τι καὶ γράφοντα Λεσβίοις ὑπερήφανον, ἀποκρινάμενος οὐδὲν ἀλλʼ ἢ μόνον κελεύσας κρόμμυα καὶ θερμὸν ἄρτον ἐσθίειν ὑπολαβὼν οὖν ὁ Περίανδρος ἀλλὰ μήν ἔφη καὶ τοῖς παλαιοῖς Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις ἀπορίας προβάλλειν. ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον ἦν δʼ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου Ληλάντου H: λαλάντου μάχαις ἔπεσεν. ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετʼ αἰδοῦς τοῖς κρίνουσι παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλʼ ὁ μέν, προύβαλʼ ὁ μέν B. Muellerus: προύβαλε μέν ὥς φησι Λέσχης Μοῦσά μοι ἔννεπε κεῖνα μήτʼ ἐγένοντο πάροιθε μήτʼ ἔσται μετόπισθεν , ἀπεκρίνατο δʼ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος ἀλλʼ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν τί δὲ ταῦθʼ ὁ Κλεόδωρος εἶπε διαφέρει τῶν Εὐμήτιδος αἰνιγμάτων; ἃ ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν ὥσπερ ἕτεραι ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον ἡ μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπʼ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος ὁ δʼ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆς οὐ γελοιότερον οὖν εἶπε τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα τί τοῦτʼ ἐστὶν ἔχοις ἂν εἰπεῖν; ἀλλʼ οὐδὲ μαθεῖν δέομαι ἔφη ὁ Κλεόδωρος. καὶ μὴν οὐδείς ἔφη σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον· εἰ δʼ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας. ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε· καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις τῶν καθʼ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἥκιστα τὸ βοήθημα τοῦτο διʼ ἐκεῖνον ἔσχηκε.