<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις εἶπεν ὅτι τοῦ Θαλέω καλῶς ὑπολαμβάνοντος ἐν πᾶσιν εἶναι τοῖς 
<milestone unit="stephpage" xml:id="stephpage-163e" n="163e"/> κυριωτάτοις μέρεσι τοῦ κόσμου καὶ μεγίστοις ψυχήν, 
<milestone unit="tlnum" n="20"/> οὐκ ἄξιόν ἐστι θαυμάζειν εἰ τὰ κάλλιστα περαίνεται θεοῦ γνώμῃ. <q>ψυχῆς γὰρ ὄργανον τὸ σῶμα, θεοῦ δʼ ἡ ψυχή· καὶ καθάπερ σῶμα πολλὰς μὲν ἐξ αὑτοῦ κινήσεις ἔχει, τὰς δὲ πλείστας καὶ καλλίστας ὑπὸ ψυχῆς, οὕτως αὖ πάλιν ἡ ψυχὴ τὰ μὲν ὑφʼ ἑαυτῆς 
<milestone unit="tlnum" n="25"/> κινουμένη πράττει, τὰ δὲ τῷ θεῷ παρέχει χρωμένῳ <pb xml:id="v.1.p.401"/> κατευθύνειν καὶ τρέπειν αὐτὴν ᾗ βούλοιτο ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βούλεται</foreign> H</note> πάντων ὀργάνων εὐτρεπέστατον οὖσα. δεινὸν γάρ</q> εἶπεν <q>εἰ πῦρ μὲν ὄργανόν ἐστι θεοῦ καὶ πνεῦμα καὶ ὕδωρ 
<milestone unit="stephpage" xml:id="stephpage-163f" n="163f"/> καὶ νέφη καὶ ὄμβροι, διʼ ὧν πολλὰ μὲν σῴζει τε 
<milestone unit="tlnum" n="5"/> καὶ τρέφει, πολλὰ δʼ ἀπόλλυσι καὶ ἀναιρεῖ, ζῴοις δὲ χρῆται πρὸς οὐδὲν ἁπλῶς οὐδέπω τῶν ὑπʼ αὐτοῦ γιγνομένων. ἀλλὰ μᾶλλον εἰκὸς ἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν ἢ Σκύθαις τόξα λύραι δʼ Ἕλλησι 
<milestone unit="tlnum" n="10"/> καὶ αὐλοὶ συμπαθοῦσιν.</q> ἐπὶ δὲ τούτοις ὁ ποιητὴς Χερσίας ἄλλων τε σωθέντων ἀνελπίστως ἐμέμνητο καὶ Κυψέλου τοῦ Περιάνδρου πατρός, ὃν οἱ πεμφθέντες ἀνελεῖν νεογνὸν ὄντα προσμειδιάσαντʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσμειδιάσαντα</foreign> R: <foreign xml:lang="grc">προσομιλήσαντ</foreign> </note> αὐτοῖς ἀπετράποντο· καὶ πάλιν μετανοήσαντες ἐζήτουν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-164a" n="164a"/> καὶ οὐχ εὗρον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign>] <foreign xml:lang="grc">τὸν ἐν</foreign> H</note> Δελφοῖς κατεσκεύασεν ὁ Κύψελος, ὥσπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὥσπερ</foreign> ὡς τοῦ  id.</note> θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας. καὶ ὁ Πιττακὸς προσαγορεύσας τὸν Περίανδρον <q>εὖ γʼ</q> 
<milestone unit="tlnum" n="20"/> ἔφη <q>Περίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου· πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν ἢ τὸν ἀναθέντα λόγον ἔχουσι.</q> 
<milestone unit="tlnum" n="25"/> τοῦ δὲ Περιάνδρου τὸν Χερσίαν ἐρωτᾶν κελεύσαντος, εἰδέναι γὰρ ἐκεῖνον καὶ παρεῖναι τῷ Κυψέλῳ 
<milestone unit="stephpage" xml:id="stephpage-164b" n="164b"/> καθιεροῦντι τὸν οἶκον, ὁ Χερσίας μειδιάσας <q>ἀλλʼ <pb xml:id="v.1.p.402"/> οὐκ ἄν</q> ἔφη <q>φράσαιμι πρότερον ἢ πυθέσθαι παρὰ τούτων ὅ τι βούλεται τὸ <q>μηδὲν ἄγαν</q> αὐτοῖς καὶ τὸ <q>γνῶθι σαυτόν,</q> καὶ τοῦτο δὴ τὸ πολλοὺς μὲν ἀγάμους πολλοὺς δʼ ἀπίστους ἐνίους δὲ καὶ ἀφώνους 
<milestone unit="tlnum" n="5"/> πεποιηκὸς <q>ἐγγύα πάρα δʼ ἄτα.</q> <q>τί δʼ</q> εἶπεν ὁ Πιττακὸς <q>ἡμῶν δέῃ ταῦτα φραζόντων; πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἔοικε τούτων συντεθεικότος ἐπαινεῖς.</q> Καὶ ὁ Αἴσωπος <q>ὅταν γε παίζῃ πρὸς ἐμὲ Χερσίας</q> εἶπε· σπουδάζων δὲ τούτων Ὅμηρον 
<milestone unit="tlnum" n="10"/> εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα 
<milestone unit="stephpage" xml:id="stephpage-164c" n="164c"/> γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενος <quote rend="blockquote"><l>Αἴαντος ἀλέεινε μάχην Τελαμωνιάδαο</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Homer. <foreign xml:lang="grc">Λ</foreign> 542</note></quote> τὸν δʼ Ὀδυσσέα τοῦ <q>μηδὲν ἄγαν</q> ἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>Τυδεΐδη, μήτʼ ἄρʼ με μάλʼ αἴνεε μήτε τι νείκει</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">K 249</note></quote> τὴν δʼ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἴονται λέγοντα <quote rend="blockquote"><l>δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι,</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θ</foreign> 351</note></quote> Χερσίας δʼ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς 
<milestone unit="tlnum" n="20"/> ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος 
<milestone unit="stephpage" xml:id="stephpage-164d" n="164d"/> ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως.</q> ὑπολαβὼν δʼ ὁ Σόλων <q>οὐκοῦν</q> ἔφη <q>καὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὁμήρῳ</foreign>] H 282. 293</note> <quote rend="blockquote"><l>νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></quote> 
<milestone unit="tlnum" n="25"/> σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον.</q> <quote rend="blockquote"><l>τοῦτʼ ἔσχεν, ὦ Νίκαρχε, πέρας ἡ τότε συνουσία.</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦτʼ</foreign>] <foreign xml:lang="grc">τοιοῦτο</foreign> R</note></quote> </p></div></div></body></text></TEI>