<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent"><q>πάνυ μὲν οὖν</q> ἔφη ὁ Σόλων, <q>μὴ καὶ τῶν Αἰγυπτίων ἀκριτώτεροι φανῶμεν, οἳ τὸν νεκρὸν ἀνατεμόντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνατεμόντες</foreign> Winckelmannus: <foreign xml:lang="grc">ἀνατέμνοντες</foreign> </note> ἔδειξαν τῷ ἡλίῳ, εἶτʼ αὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶτ’ αὐτὰ</foreign>] fort. <foreign xml:lang="grc">εὖτα τὰ ἐντερα</foreign> (vel <foreign xml:lang="grc">τὰ ἔγκατα</foreign>)</note> μὲν εἰς τὸν ποταμὸν κατέβαλον, τοῦ δʼ ἄλλου σώματος ὡς ἤδη 
<milestone unit="tlnum" n="15"/> καθαροῦ γεγονότος ἐπιμέλονται. τῷ γὰρ ὄντι τοῦτʼ ἐστὶ τὸ μίασμα τῆς σαρκὸς ἡμῶν καὶ ὁ Τάρταρος ὁ ἐν ᾍδου, δεινῶν τινων ῥευμάτων καὶ πνεύματος ὁμοῦ καὶ πυρὸς συμπεφυρμένου καὶ νεκρῶν περίπλεως. ζῶν γὰρ οὐδεὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδεὶς</foreign> R</note> ἀπʼ οὐδενὸς τρέφεται ζῶντος, 
<milestone unit="tlnum" n="20"/> ἀλλὰ θανατοῦντες τὰ ἔμψυχα καὶ τὰ φυόμενα τῷ τρέφεσθαι καὶ αὔξεσθαι μετέχοντα τοῦ ζῆν ἀπολλύντες 
<milestone unit="stephpage" xml:id="stephpage-159c" n="159c"/> ἀδικοῦμεν. ἀπόλλυται γὰρ ἐξ οὗ πέφυκε τὸ μεταβάλλον εἰς ἄλλο, καὶ πᾶσαν φθείρεται φθοράν, ὅπως ἂν θατέρου τροφὴ γένοιτο. τὸ δʼ ἀπέχεσθαι 
<milestone unit="tlnum" n="25"/> σαρκῶν ἐδωδῆς, ὥσπερ Ὀρφέα τὸν παλαιὸν ἱστοροῦσι, σόφισμα μᾶλλον ἢ φυγὴ τῶν περὶ τὴν <pb xml:id="v.1.p.390"/> τροφὴν ἀδικημάτων ἐστί. φυγὴ δὲ μία καὶ καθαρμὸς εἰς δικαιοσύνην τέλειος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τέλειος</foreign> R: <foreign xml:lang="grc">τελειοῖ</foreign> </note> αὐτάρκη καὶ ἀπροσδεᾶ γενέσθαι. ᾧ δʼ ἄνευ κακώσεως ἑτέρου τὴν αὑτοῦ σωτηρίαν ἀμήχανον ὁ θεὸς πεποίηκε, τούτῳ τὴν 
<milestone unit="tlnum" n="5"/> φύσιν ἀρχὴν ἀδικίας προστέθεικεν. ἆρʼ οὖν οὐκ ἄξιον, ὦ φίλε , συνεκτεμεῖν ἀδικίᾳ κοιλίαν καὶ στόμαχον καὶ ἧπαρ, ἃ καλοῦ μὲν οὐδενὸς αἴσθησιν 
<milestone unit="stephpage" xml:id="stephpage-159d" n="159d"/> ἡμῖν οὐδʼ ὄρεξιν ἐνδίδωσι, σκεύεσι δὲ μαγειρικοῖς, οἷα κοπίδες καὶ λέβητες, τὰ δὲ μυλωθρικοῖς καὶ 
<milestone unit="tlnum" n="10"/> καμίνοις καὶ φρεωρύχοις καὶ μακτηρίοις ἔοικεν; ἀτεχνῶς δὲ τῶν πολλῶν ἴδοι τις ἂν ὥσπερ ἐν μυλῶνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μυλῶνι</foreign> scripsi: <foreign xml:lang="grc">μύλωνι</foreign> </note> τῷ σώματι τὴν ψυχὴν ἐγκεκαλυμμένην ἀεὶ περὶ τὴν τῆς τροφῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τροφῆς</foreign> Amiotus: <foreign xml:lang="grc">ψυχῆς</foreign> </note> χρείαν κυκλοῦσαν, ὥσπερ ἀμέλει καὶ ἡμεῖς ἄρτι μὲν οὔθʼ ἑωρῶμεν ἀλλήλους οὔτʼ 
<milestone unit="tlnum" n="15"/> ἠκούομεν, ἀλλʼ ἕκαστος ἐγκεκυφὼς ἐδούλευε τῇ περὶ τὴν τροφὴν χρείᾳ. νυνὶ δʼ ἐπαρθεισῶν τῶν τραπεζῶν ἐλεύθεροι γεγονότες ὡς ὁρᾷς, ἐστεφανωμένοι περὶ λόγους διατρίβομεν καὶ ἀλλήλοις σύνεσμεν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-159e" n="159e"/> σχολὴν ἄγομεν, εἰς τὸ μὴ δεῖσθαι τροφῆς ἐληλυθότες. 
<milestone unit="tlnum" n="20"/> ἆρʼ οὖν, ἄνπερ ἡ νῦν οὖσα περὶ ἡμᾶς ἕξις ἄπαυστος διαμένῃ παρὰ πάντα τὸν βίον, οὐκ ἀεὶ σχολὴν ἕξομεν ἀλλήλοις συνεῖναι, μὴ δεδιότες πενίαν μηδʼ εἰδότες πλοῦτον; ὁ γὰρ τῶν περισσῶν ζῆλος εὐθὺς ἀκολουθεῖ καὶ συνοικίζεται τῇ χρείᾳ τῶν ἀναγκαίων. ἀλλʼ οἴεται δεῖν τροφὴν εἶναι Κλεόδωρος, 
<milestone unit="tlnum" n="25"/> ὅπως τράπεζαι καὶ κρατῆρες ὦσι, καὶ Δήμητρι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ Δήμητρι</foreign> H: <foreign xml:lang="grc">αἳ δήμητρι</foreign> </note> <pb xml:id="v.1.p.391"/> καὶ Κόρῃ θύωμεν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θύωμεν</foreign> H: <foreign xml:lang="grc">θύων ἔτι</foreign> </note> ἕτερος δέ τις ἀξιούτω μάχας εἶναι καὶ πόλεμον, ἵνα καὶ τείχη καὶ νεωσοίκους καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-159f" n="159f"/> ὁπλοθήκας ἔχωμεν καὶ θύωμεν ἑκατομφόνια, καθάπερ φασὶ νόμον εἶναι Μεσσηνίοις. ἄλλον δὲ πρὸς 
<milestone unit="tlnum" n="5"/> τὴν ὑγίειαν οἶμαι χαλεπαίνειν· δεινὸν γὰρ εἰ μηδενὸς νοσοῦντος οὐ στρωμνῆς ἔτι μαλακῆς ὄφελος οὐ κλίνης, οὐκ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐκ</foreign>] prius <foreign xml:lang="grc">οὐδʼ</foreign> idem</note> Ἀσκληπιῷ θύσομεν οὐκ ἀποτροπαίοις, ἰατρικὴ δὲ μετʼ ὀργάνων καὶ φαρμάκων ἀποκείσεται τοσούτων ἀκλεὴς καὶ ἀπόθεστος.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπόθεστος</foreign> W: <foreign xml:lang="grc">ἀπόθετος</foreign> </note> ἢ τί ταῦτʼ ἐκείνων 
<milestone unit="tlnum" n="10"/> διαφέρει; καὶ γὰρ ἡ τροφὴ λιμοῦ φάρμακον προσάγεται, καὶ θεραπεύειν ἑαυτοὺς λέγονται πάντες οἱ 
<milestone unit="stephpage" xml:id="stephpage-160a" n="160a"/> τρεφόμενοι καὶ δίαιταν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ διαιτᾶν</foreign> Duebnerus: <foreign xml:lang="grc">δίαιταν</foreign> </note> οὐχ ὡς ἡδύ τι καὶ κεχαρισμένον ἀλλʼ ὡς ἀναγκαῖον τοῦτο τῇ φύσει πράττοντες. ἐπεὶ λύπας γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> R: <foreign xml:lang="grc">τε</foreign> </note> πλείονας ἔστιν ἀπὸ τῆς τροφῆς 
<milestone unit="tlnum" n="15"/> τῶν ἡδονῶν γιγνομένας καταριθμῆσαι, μᾶλλον δʼ ἡ μὲν ἡδονὴ καὶ τόπον ἔχει βραχὺν ἐν τῷ σώματι καὶ χρόνον οὐ πολύν· ἡ δὲ περὶ τὴν διοίκησιν αὐτῆς ἀσχολία καὶ δυσχέρεια τί δεῖ λέγειν ὅσων αἰσχρῶν καὶ ὀδυνηρῶν ἡμᾶς ἐμπίπλησιν; οἶμαι γὰρ εἰς ταῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταῦτα</foreign> Pflugkius: <foreign xml:lang="grc">τοσαῦτα</foreign> </note> 
<milestone unit="tlnum" n="20"/> βλέψαντα τὸν Ὅμηρον ἀποδείξει κεχρῆσθαι περὶ θεῶν τοῦ μὴ ἀποθνῄσκειν τῷ μὴ τρέφεσθαι <quote rend="blockquote"><l>οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον· </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Homer E 341</note><l>τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται</l></quote>, 
<milestone unit="stephpage" xml:id="stephpage-160b" n="160b"/> ὡς μὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν 
<milestone unit="tlnum" n="25"/> τὴν τροφὴν ἐφόδιον οὖσαν. ἐκ ταύτης γὰρ αἱ νόσοι <pb xml:id="v.1.p.392"/> συντρεφόμεναι τοῖς σώμασιν οὐκ ἔλαττον ἐνδείας κακὸν ἔχουσι τὴν πλήρωσιν· πολλάκις δὲ καὶ μεῖζόν ἐστιν ἔργον τοῦ πορίσαι τροφὴν καὶ συναγαγεῖν τὸ καταναλῶσαι καὶ διαφορῆσαι πάλιν εἰς τὸ σῶμα 
<milestone unit="tlnum" n="5"/> παραγενομένην. ἀλλʼ ὥσπερ εἰ διαποροῖεν αἱ Δαναΐδες τίνα βίον βιώσονται καὶ τί πράξουσιν ἀπαλλαγεῖσαι τῆς περὶ τὸν πίθον λατρείας καὶ πληρώσεως, οὕτω διαποροῦμεν ἡμεῖς, εἰ γένοιτο παύσασθαι 
<milestone unit="stephpage" xml:id="stephpage-160c" n="160c"/> φοροῦντας εἰς τὴν σάρκα τὴν ἄτρυτον ἐκ γῆς ἅμα 
<milestone unit="tlnum" n="10"/> καὶ θαλάττης τοσαῦτα, τί πράξομεν ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις στέργοντες βίον. ὥσπερ οὖν οἱ δουλεύσαντες, ὅταν ἐλευθερωθῶσιν, ἃ πάλαι τοῖς δεσπόταις ἔπραττον ὑπηρετοῦντες, ταῦτα πράττουσιν αὑτοῖς καὶ διʼ αὑτούς, οὕτως ἡ ψυχὴ 
<milestone unit="tlnum" n="15"/> νῦν μὲν τρέφει τὸ σῶμα πολλοῖς πόνοις καὶ ἀσχολίαις, εἰ δʼ ἀπαλλαγείη τῆς λατρείας, αὑτὴν δήπουθεν ἐλευθέραν γενομένην θρέψει καὶ βιώσεται, εἰς αὑτὴν ὁρῶσα καὶ τὴν ἀλήθειαν, οὐδενὸς περισπῶντος οὐδʼ ἀπάγοντος.</q> ἑ τὰ μὲν οὖν ῥηθέντα περὶ τροφῆς, 
<milestone unit="tlnum" n="20"/> ὦ Νίκαρχε, ταῦτʼ ἦν. </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἔτι δὲ τοῦ Σόλωνος λέγοντος εἰσῆλθε Γόργος ὁ Περιάνδρου ἀδελφός· ἐτύγχανε γὰρ εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-160d" n="160d"/>Ταίναρον ἀπεσταλμένος ἔκ τινων χρησμῶν, τῷ Ποσειδῶνι θυσίαν καὶ θεωρίαν ἀπάγων.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">malim <foreign xml:lang="grc">ἀπάξων</foreign> </note> ἀσπασαμένων 
<milestone unit="tlnum" n="25"/> δʼ αὐτὸν ἡμῶν καὶ τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος καθίσας παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ἀπήγγειλεν ἅττα δὴ πρὸς μόνον ἐκεῖνον, ὁ δʼ ἠκροᾶτο, πολλὰ πάσχοντι πρὸς τὸν λόγον ὅμοιος <pb xml:id="v.1.p.393"/> ὤν. τὰ μὲν γὰρ ἀχθόμενος τὰ δʼ ἀγανακτῶν ἐφαίνετο, πολλάκις δʼ ἀπιστῶν, εἶτα θαυμάζων· τέλος δὲ γελάσας πρὸς ἡμᾶς <q>βούλομαι μέν</q> ἔφη <q>πρὸς τὸ παρὸν φράσαι τὸ προσηγγελμένον· ὀκνῶ δʼ ἀκούσας 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-160e" n="160e"/>Θαλέω ποτʼ εἰπόντος ὅτι δεῖ τὰ μὲν εἰκότα λέγειν, τὰ δʼ ἀμήχανα σιωπᾶν</q> ὑπολαβὼν οὖν ὁ Βίας <q>ἀλλὰ καὶ τοῦτʼ</q> ἔφη <q>Θαλέω τὸ σοφόν ἐστιν, ὅτι δεῖ τοῖς μὲν ἐχθροῖς καὶ περὶ τῶν πιστῶν ἀπιστεῖν, τοῖς δὲ φίλοις καὶ τὰ ἄπιστα πιστεύειν, ἐχθροὺς 
<milestone unit="tlnum" n="10"/> μέν, ἔγωγʼ ἡγοῦμαι, τοὺς πονηροὺς καὶ ἀνοήτους, φίλους δὲ τοὺς χρηστοὺς καὶ φρονίμους αὐτοῦ καλοῦντος.</q> <q>οὐκοῦν</q> ἔφη <q>λεκτέον εἰς ἅπαντας, ὦ Γόργε, μᾶλλον δʼ ἀκτέον ἐπὶ τοὺς νέους τούτους διθυράμβους ὑπερφθεγγόμενον ὃν ἥκεις λόγον ἡμῖν 
<milestone unit="tlnum" n="15"/> κομίζων.</q> </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἔφη τοίνυν Γόργος ὅτι, τῆς θυσίας ἐφʼ ἡμέρας τρεῖς συντελεσθείσης ὑπʼ αὐτοῦ καὶ τῇ τελευταίᾳ 
<milestone unit="stephpage" xml:id="stephpage-160f" n="160f"/> παννυχίδος οὔσης καὶ χορείας τινὸς καὶ παιδιᾶς παρὰ τὸν αἰγιαλόν, ἡ μὲν σελήνη κατέλαμπεν 
<milestone unit="tlnum" n="20"/> εἰς τὴν θάλατταν, οὐκ ὄντος δὲ πνεύματος ἀλλὰ νηνεμίας καὶ γαλήνης, πόρρωθεν ἀφεωρᾶτο φρίκη κατιοῦσα παρὰ τὴν ἄκραν, ἀφρόν τινα καὶ ψόφον ἄγουσα τῷ ῥοθίῳ περὶ αὐτὴν πολύν, ὥστε πάντας ἐπὶ τὸν τόπον οἷ προσβάλλειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσβάλλειν ἔμελλε</foreign> R: <foreign xml:lang="grc">προσέμελλε</foreign> </note> ἔμελλε καταδραμεῖν 
<milestone unit="tlnum" n="25"/> θαυμάσαντας. πρὶν δʼ εἰκάσαι τὸ προσφερόμενον ὑπὸ τάχους, δελφῖνες ὤφθησαν, οἱ μὲν ἀθρόοι πέριξ κυκλοῦντες, οἱ δʼ ὑφηγούμενοι τοῦ αἰγιαλοῦ πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-161a" n="161a"/> τὸ λειότατον, ἄλλοι δʼ ἐξόπισθεν, οἷον περιέποντες. <pb xml:id="v.1.p.394"/> ἐν μέσῳ δʼ ἀνεῖχεν ὑπὲρ τῆς θαλάσσης ὄγκος ἀσαφὴς καὶ ἄσημος ὀχουμένου σώματος, μέχρι οὗ συναγαγόντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συναγαγόντες</foreign> W: <foreign xml:lang="grc">συνάγοντες</foreign> </note> εἰς ταὐτὸ καὶ συνεποκείλαντες ἐξέθηκαν ἐπὶ γῆν ἄνθρωπον ἔμπνουν καὶ κινούμενον, 
<milestone unit="tlnum" n="5"/> αὐτοὶ δὲ πάλιν πρὸς τὴν ἄκραν ἀναφερόμενοι μᾶλλον ἢ πρότερον ἐξήλαντο, παίζοντες ὑφʼ ἡδονῆς τινος ὡς ἔοικε καὶ σκιρτῶντες. <q>ἡμῶν δʼ</q> ὁ Γόργος ἔφη <q>πολλοὶ μὲν διαταραχθέντες ἔφυγον ἀπὸ τῆς θαλάσσης, ὀλίγοι δὲ μετʼ ἐμοῦ θαρρήσαντες προσελθεῖν 
<milestone unit="tlnum" n="10"/> ἐγνώρισαν Ἀρίονα τὸν κιθαρῳδόν, αὐτὸν 
<milestone unit="stephpage" xml:id="stephpage-161b" n="161b"/> τοὔνομα φθεγγόμενον ἑαυτοῦ, καὶ τῇ στολῇ καταφανῆ γενόμενον· τὸν γὰρ ἐναγώνιον ἐτύγχανεν ἀμπεχόμενος κόσμον, ᾧ κιθαρῳδῶν ἐχρῆτο.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐχρῆτο</foreign> R: <foreign xml:lang="grc">ἐχρήσατο</foreign> </note> κομίσαντες οὖν ἐπὶ σκηνὴν αὐτόν, ὡς οὐδὲν εἶχε κακὸν ἀλλʼ ἢ 
<milestone unit="tlnum" n="15"/> διὰ τάχος καὶ ῥοῖζον ἐφαίνετο τῆς φορᾶς ἐκλελυμένος καὶ κεκμηκώς, ἠκούσαμεν λόγον ἄπιστον ἅπασι πλὴν ἡμῶν τῶν θεασαμένων τὸ τέλος. ἔλεγε γὰρ Ἀρίων ὡς πάλαι μὲν ἐγνωκὼς ἐκ τῆς Ἰταλίας ἀπαίρειν, Περιάνδρου δὲ γράψαντος αὐτῷ προθυμότερος 
<milestone unit="tlnum" n="20"/> γενόμενος ὁλκάδος Κορινθίας παραφανείσης εὐθὺς ἐπιβὰς ἀναχθείη, μετρίῳ δὲ πνεύματι χρωμένων ἡμέρας τρεῖς αἴσθοιτο τοὺς ναύτας ἐπιβουλεύοντας 
<milestone unit="stephpage" xml:id="stephpage-161c" n="161c"/> ἀνελεῖν αὐτόν, εἶτα καὶ παρὰ τοῦ κυβερνήτου πύθοιτο κρύφα μηνύσαντος ὡς τῇ νυκτὶ τοῦτο δρᾶν 
<milestone unit="tlnum" n="25"/> αὐτοῖς εἴη δεδογμένον. ἔρημος οὖν ὢν βοηθείας καὶ ἀπορῶν ὁρμῇ τινι χρήσαιτο δαιμονίῳ τὸ μὲν σῶμα κοσμῆσαι καὶ λαβεῖν ἐντάφιον αὑτῷ τὸν <pb xml:id="v.1.p.395"/> ἐναγώνιον ἔτι ζῶν κόσμον, ἐξᾷσαι δὲ τὸν βίον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν βίον</foreign> R: <foreign xml:lang="grc">τῷ βίῳ</foreign> </note> τελευτῶν καὶ μὴ γενέσθαι κατὰ τοῦτο τῶν κύκνων ἀγεννέστερος. ἐσκευασμένος οὖν καὶ προειπὼν ὅτι προθυμία τις αὐτὸν ἔχοι τῶν νόμων διελθεῖν τὸν Πυθικὸν 
<milestone unit="tlnum" n="5"/> ὑπὲρ σωτηρίας αὑτοῦ καὶ τῆς νεὼς καὶ τῶν 
<milestone unit="stephpage" xml:id="stephpage-161d" n="161d"/> ἐμπλεόντων, καταστὰς παρὰ τὸν τοῖχον ἐν πρύμνῃ καί τινα θεῶν πελαγίων ἀνάκλησιν προανακρουσάμενος ᾄδοι τὸν νόμον. καὶ ὅσον οὔπω μεσοῦντος αὐτοῦ καταδύοιτο μὲν ὁ ἥλιος εἰς τὴν θάλατταν, 
<milestone unit="tlnum" n="10"/> ἀναφαίνοιτο δʼ ἡ Πελοπόννησος. οὐκέτʼ οὖν τῶν ναυτῶν τὴν νύκτα περιμενόντων ἀλλὰ χωρούντων ἐπὶ τὸν φόνον, ἰδὼν ξίφη γεγυμνωμένα καὶ παρακαλυπτόμενον ἤδη τὸν κυβερνήτην, ἀναδραμὼν ῥίψειεν ἑαυτὸν ὡς δυνατὸν ἦν μάλιστα πόρρω τῆς 
<milestone unit="tlnum" n="15"/> ὁλκάδος. πρὶν δʼ ὅλον καταδῦναι τὸ σῶμα δελφίνων ὑποδραμόντων ἀναφέροιτο, μεστὸς ὢν ἀπορίας καὶ ἀγωνίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀγωνίας</foreign> H: <foreign xml:lang="grc">ἀγνοίας</foreign> </note> καὶ ταραχῆς τὸ πρῶτον· ἐπεὶ δὲ ῥᾳστώνη τῆς ὀχήσεως ἦν, καὶ πολλοὺς ἑώρα ἀθροιζομένους 
<milestone unit="stephpage" xml:id="stephpage-161e" n="161e"/> περὶ αὐτὸν εὐμενῶς καὶ διαδεχομένους ὡς 
<milestone unit="tlnum" n="20"/> ἀναγκαῖον ἐν μέρει λειτούργημα καὶ προσῆκον πᾶσιν, ἡ δʼ ὁλκὰς ἀπολειφθεῖσα πόρρω τοῦ τάχους αἴσθησιν παρεῖχε, μήτε τοσοῦτον ἔφη δέους πρὸς θάνατον αὐτῷ μήτʼ ἐπιθυμίας τοῦ ζῆν ὅσον φιλοτιμίας ἐγγενέσθαι πρὸς τὴν σωτηρίαν, ὡς θεοφιλὴς ἀνὴρ 
<milestone unit="tlnum" n="25"/> φανείη καὶ λάβοι περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign>] <foreign xml:lang="grc">παρὰ</foreign> R</note> θεῶν δόξαν βέβαιον. ἅμα δὲ καθορῶν τὸν οὐρανὸν ἀστέρων περίπλεων καὶ τὴν σελήνην ἀνίσχουσαν εὐφεγγῆ καὶ καθαράν, <pb xml:id="v.1.p.396"/> 
<milestone unit="stephpage" xml:id="stephpage-161f" n="161f"/> ἑστώσης δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">τε</foreign> H</note> πάντῃ τῆς θαλάσσης ἀκύμονος ὥσπερ τρίβον ἀνασχιζόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνασχιζομένην</foreign> Duebnerus</note> τῷ δρόμῳ, διανοεῖσθαι πρὸς αὑτὸν ὡς οὐκ ἔστιν εἷς ὁ τῆς Δίκης ὀφθαλμός, ἀλλὰ πᾶσι τούτοις ἐπισκοπεῖ κύκλῳ ὁ θεὸς τὰ πραττόμενα 
<milestone unit="tlnum" n="5"/> περὶ γῆν τε καὶ θάλατταν. τούτοις δὴ τοῖς λογισμοῖς ἔφη τὸ κάμνον αὐτῷ καὶ βαρυνόμενον ἤδη τοῦ σώματος ἀναφέρεσθαι, καὶ τέλος ἐπεὶ τῆς ἄκρας ἀπαντώσης ἀποτόμου καὶ ὑψηλῆς εὖ πως φυλαξάμενοι καὶ κάμψαντες ἐν χρῷ παρενήχοντο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρενήχοντο</foreign> W: <foreign xml:lang="grc">γὰρ ἐνήχοντο</foreign> </note> τῆς γῆς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-162a" n="162a"/> ὥσπερ εἰς λιμένα σκάφος ἀσφαλῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀσφαλῶς</foreign> R: <foreign xml:lang="grc">ἀσφαλὲς</foreign> post <foreign xml:lang="grc">κατάγοντες</foreign> lacunae signa dedit H</note> κατάγοντες, παντάπασιν αἰσθέσθαι θεοῦ κυβερνήσει γεγονέναι τὴν κομιδήν. ταῦθʼ</q> , ὁ Γόργος ἔφη <q>τοῦ Ἀρίονος εἰπόντος ἠρόμην αὐτὸν ὅπου τὴν ναῦν οἴεται κατασχήσειν. ὁ δὲ πάντως μὲν εἰς Κόρινθον, πολὺ μέντοι 
<milestone unit="tlnum" n="15"/> καθυστερεῖν· αὐτὸν γὰρ ἑσπέρας ἐκπεσόντα πεντακοσίων οὐ μεῖον οἴεσθαι σταδίων δρόμον κομισθῆναι, καὶ γαλήνην εὐθὺς κατασχεῖν</q> οὐ μὴν ἀλλʼ ἑαυτὸν ὁ Γόργος ἔφη πυθόμενον τοῦ τε ναυκλήρου τοὔνομα καὶ τοῦ κυβερνήτου καὶ τῆς νεὼς τὸ παράσημον 
<milestone unit="tlnum" n="20"/> ἐκπέμψαι πλοῖα, καὶ στρατιώτας ἐπὶ τὰς κατάρσεις 
<milestone unit="stephpage" xml:id="stephpage-162b" n="162b"/> παραφυλάξοντας· τὸν δʼ Ἀρίονα μετʼ αὐτοῦ κομίζειν ἀποκεκρυμμένον, ὅπως μὴ προαισθόμενοι τὴν σωτηρίαν διαφύγοιεν. ὄντως οὖν ἐοικέναι θείᾳ τύχῃ τὸ πρᾶγμα· παρεῖναι γὰρ αὐτοὺς ἅμα δεῦρο καὶ 
<milestone unit="tlnum" n="25"/> πυνθάνεσθαι τῆς νεὼς κεκρατημένης ὑπὸ τῶν στρατιωτῶν συνειλῆφθαι τοὺς ἐμπόρους καὶ ναύτας. <pb xml:id="v.1.p.397"/> </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ὁ μὲν οὖν Περίανδρος ἐκέλευσεν εὐθὺς ἐξαναστάντα τὸν Γόργον εἰς φυλακὴν ἀποθέσθαι τοὺς ἄνδρας οἷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἷ</foreign> scripsi: <foreign xml:lang="grc">οὗ</foreign> </note> μηδεὶς αὐτοῖς πρόσεισι μηδὲ φράσει τὸν Ἀρίονα σεσωσμένον· ὁ δʼ Αἴσωπος <q>ἀλλʼ ὑμεῖς</q> ἔφη 
<milestone unit="tlnum" n="5"/> <q>τοὺς ἐμοὺς χλευάζετε κολοιοὺς καὶ κόρακας εἰ διαλέγονται δελφῖνες δὲ τοιαῦτα νεανιεύονται;</q> Κἀγὼ πρὸς αὐτὸν <q>ἄλλο τι λέγωμεν</q> ἔφην <q>ὦ Αἴσωπε· 
<milestone unit="stephpage" xml:id="stephpage-162c" n="162c"/> τούτῳ δὲ τῷ λόγῳ πιστευομένῳ καὶ γραφομένῳ παρʼ ἡμῖν πλέον ἢ χίλιʼ ἔτη διαγέγονεν ἀπὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign> R: <foreign xml:lang="grc">καὶ ἀπὸ</foreign> </note> τῶν Ἰνοῦς 
<milestone unit="tlnum" n="10"/> καὶ Ἀθάμαντος χρόνων</q> ὁ δὲ Σόλων ὑπολαβών ἀλλὰ <q>ταῦτα μέν, ὦ Διόκλεις, ἐγγὺς θεῶν ἔστω καὶ ὑπὲρ ἡμᾶς· ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος· ἀκήκοας γὰρ ἴσως τὸν λόγον.</q> <q>οὐκ ἔγωγʼ</q> εἶπον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶπον</foreign> R: <foreign xml:lang="grc">εἶπεν</foreign> </note> <q>ἀλλὰ μὴν ἄξιον πυθέσθαι. Μιλησίου 
<milestone unit="tlnum" n="15"/> γάρ, ὡς ἔοικεν, ἀνδρός, ᾧ ξενίας ἐκοινώνει ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-162d" n="162d"/>Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπʼ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀργῇ δ’ ἀκαίρῳ</foreign> H</note> δὲ καιρῷ καὶ διαβολῆς 
<milestone unit="tlnum" n="20"/> περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετʼ αὐτοῦ τὸν ἀκόλουθον, ᾧ Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰς τὸν Δάφνον ποταμὸν</foreign> del. H</note> 
<milestone unit="tlnum" n="25"/> ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ· καὶ μέχρι νῦν <pb xml:id="v.1.p.398"/> Τρωίλος ἡ χοιρὰς καλεῖται· τοῦ δʼ Ἡσιόδου τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-162e" n="162e"/> νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ τὴν Μολύκρειαν</foreign> scripsi cum Palmerio: <foreign xml:lang="grc">καψ̀ τὴν μολύκριαν</foreign> </note> ἐκόμιζε. ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ῥιείων</foreign> R</note> καθεστῶσα θυσία καὶ 
<milestone unit="tlnum" n="5"/> πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον. ὡς δʼ ὤφθη προσφερόμενον τὸ σῶμα , θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο 
<milestone unit="tlnum" n="10"/> διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς· αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δʼ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ· τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλʼ ἀποκέκρυπται 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-162f" n="162f"/> ζητούμενος ὑπʼ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρʼ αὑτοῖς. εἴπερ οὖν οὕτως ἔχουσιν οἰκείως καὶ φιλανθρώπως πρὸς τοὺς ἀποθανόντας, ἔτι μᾶλλον εἰκός ἐστι τοῖς ζῶσι βοηθεῖν, καὶ μάλιστα κηληθέντας 
<milestone unit="tlnum" n="20"/> αὐλοῖς ἤ τισι μέλεσι. τουτὶ γὰρ ἤδη πάντες ἴσμεν, ὅτι μουσικῇ τὰ ζῷα ταῦτα χαίρει καὶ διώκει, καὶ παρανήχεται τοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">πλοίοις</foreign> Pflugkius, sed <foreign xml:lang="grc">ἐλαυνομένοις</foreign> h. l. fere = <foreign xml:lang="grc">πλέουσι</foreign> </note> ἐλαυνομένοις πρὸς ᾠδὴν καὶ αὐλὸν ἐν εὐδίᾳ χορείαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">χορείαις</foreign> W: <foreign xml:lang="grc">πορείαις</foreign> </note> τερπόμενα. χαίρει δὲ καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-163a" n="163a"/> νήξεσι παίδων καὶ κολύμβοις ἁμιλλᾶται. διὸ καὶ 
<milestone unit="tlnum" n="25"/> νόμος ἀδείας ἄγραφός ἐστιν αὐτοῖς· θηρᾷ γὰρ οὐδεὶς οὐδὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδὲ</foreign> H: <foreign xml:lang="grc">οὔτε</foreign> </note> λυμαίνεται, πλὴν ὅταν ἐν δικτύοις γενόμενοι <pb xml:id="v.1.p.399"/> κακουργῶσι περὶ τὴν ἄγραν, πληγαῖς κολάζονται καθάπερ παῖδες ἁμαρτάνοντες. μέμνημαι δὲ καὶ παρὰ Λεσβίων ἀνδρῶν ἀκούσας σωτηρίαν τινὸς κόρης ὑπὸ δελφῖνος ἐκ θαλάττης γενέσθαι· ἀλλʼ 
<milestone unit="tlnum" n="5"/> ἐγὼ μὲν οὐκ ἀκριβῶ τἄλλα, ὁ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλ́ ἐγὼ μὲν - ὁ δὲ</foreign> scripsi: <foreign xml:lang="grc">λεγόμενον ἀκριβῶς ἀλλ’ ὁ</foreign> </note> Πιττακὸς ἐπεὶ γιγνώσκει,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπεὶ γιγνώσκει</foreign> W: <foreign xml:lang="grc">ἐπιγιγώσκει</foreign> </note> δίκαιός ἐστι περὶ τούτων διελθεῖν.</q></p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">ἔφη τοίνυν ὁ Πιττακὸς ἔνδοξον εἶναι καὶ μνημονευόμενον ὑπὸ πολλῶν τὸν λόγον. χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-163b" n="163b"/> πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότʼ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθεῖναι</foreign> H: <foreign xml:lang="grc">καθιέναι</foreign> </note> παρθένον· ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν 
<milestone unit="tlnum" n="15"/> ἠίθεος ἦν ἔτι, τῶν δʼ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θυγατέρα</foreign> (aut <foreign xml:lang="grc">μητέρα</foreign>)] <foreign xml:lang="grc">τὴν</foreign>?</note> Σμινθέως ὁ κλῆρος. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. ἔτυχε δέ τις ἐρῶν αὐτῆς τῶν συμπλεόντων, 
<milestone unit="tlnum" n="20"/> οὐκ ἀγεννὴς ὡς ἔοικε νεανίας, οὗ καὶ τοὔνομα 
<milestone unit="stephpage" xml:id="stephpage-163c" n="163c"/> διαμνημονεύουσιν Ἔναλον. οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν παρὰ τὸν καιρὸν ὥρμησε καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλατταν. 
<milestone unit="tlnum" n="25"/> εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ <pb xml:id="v.1.p.400"/> στρατοπέδῳ διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς. ὑστέρῳ δὲ χρόνῳ τὸν Ἔναλόν φασιν ἐν Λέσβῳ φανῆναι καὶ λέγειν ὡς ὑπὸ δελφίνων φορητοὶ διὰ θαλάττης ἐκπέσοιεν ἀβλαβῶς εἰς τὴν ἤπειρον, ἔτι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔτι</foreign> H: <foreign xml:lang="grc">ἔστι</foreign> </note> 
<milestone unit="tlnum" n="5"/> δʼ ἄλλα θειότερα τούτων ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς διηγεῖσθαι , πάντων δὲ πίστιν ἔργῳ 
<milestone unit="stephpage" xml:id="stephpage-163d" n="163d"/> παρασχεῖν. κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου καὶ τῶν ἀνθρώπων δεδιότων ἀπαντῆσαι, μόνον <gap reason="lost" rend="**"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">lacunam signavit W. Fort. supplenda: <foreign xml:lang="grc">μόνῳ θαρρήσαντι τῷ Ἐνάλω προσελθεῖν τῇ θαλάττῃ</foreign> </note> θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς 
<milestone unit="tlnum" n="10"/> τὸ ἱερὸν τοῦ Ποσειδῶνος. ὧν τοῦ μεγίστου λίθον κομίζοντος λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι, καὶ τοῦτον Ἔναλον καλοῦμεν. <q>καθόλου δʼ</q> εἰπεῖν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δ’ εἰπεῖν</foreign> H: <foreign xml:lang="grc">δὲ εἶπεν</foreign> </note> <q>εἴ τις εἰδείη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰδείη</foreign> Pflugkius: <foreign xml:lang="grc">εἶδεν ἢ</foreign> </note> διαφορὰν ἀδυνάτου καὶ ἀσυνήθους καὶ παραλόγου καὶ παραδόξου, μάλιστʼ ἄν, ὦ Χίλων, καὶ 
<milestone unit="tlnum" n="15"/> μήτε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ μήτε</foreign>] <foreign xml:lang="grc">μήτε</foreign> W</note> πιστεύων ὡς ἔτυχε μήτʼ ἀπιστῶν τὸ <q>μηδὲν ἄγαν</q> ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">ὃ</foreign> H</note> σὺ προσέταξας διαφυλάττων.</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διαφυλάττων</foreign>] <foreign xml:lang="grc">διαφυλάττοι</foreign> W</note> </p></div></div></body></text></TEI>