<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="15"><p rend="indent">καὶ ὁ Σόλων ἔφη <q>τί δὲ τοῦτʼ ἐκεῖνον 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-158c" n="158c"/> ἐρωτᾶν ἔδει; δῆλον γὰρ ἦν ὅτι τοῦ μεγίστου τῶν ἀγαθῶν καὶ κρατίστου δεύτερόν ἐστι τὸ δεῖσθαι τροφῆς βραχυτάτης. ἢ τὸ μέγιστον οὐ δοκεῖ σοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign> addidi</note> τὸ μηδʼ ὅλως τροφῆς δεῖσθαι;</q> <q>οὐδαμῶς</q> ὁ Κλεόδωρος <q>ἔμοιγʼ</q> εἶπεν, <q>εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ 
<milestone unit="tlnum" n="15"/> μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις ἡ τροφῆς ἀναίρεσίς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡ τροφῆς ἀναίρεσις</foreign> supplevi</note> ἐστι· συναναιρεῖται γὰρ αὐτῇ πῦρ 
<milestone unit="tlnum" n="20"/> ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, 
<milestone unit="stephpage" xml:id="stephpage-158d" n="158d"/> μᾶλλον δὲ σύμπας ὁ βίος, εἴ γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἴ γε</foreign> Xylander: <foreign xml:lang="grc">εἴ τε</foreign> </note> διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν ἡ τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. 
<milestone unit="tlnum" n="25"/> δεινὸν μὲν οὖν, ὦ ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ· διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων <pb xml:id="v.1.p.388"/> πλημμελῶς φερομένων ὑπʼ ἀργίας ἀνάπλεων. συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-158e" n="158e"/> μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. καταλύονται 
<milestone unit="tlnum" n="5"/> δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign> Meziriacus</note> καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign> idem: <foreign xml:lang="grc">δὲ</foreign> </note> μικράν, ἔτι δʼ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐσται</foreign> R: <foreign xml:lang="grc">ἐστι</foreign> </note> ποῦ δὲ θυσία; πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα 
<milestone unit="tlnum" n="10"/> μηδενὸς ὧν δίδωσι; τί δὲ θύσομεν ἢ σπείσομεν; τίνος δʼ ἀπαρξόμεθα; πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι, πᾶσαν δὲ φεύγειν καὶ πάντως ἀναίσθητον. 
<milestone unit="tlnum" n="15"/> τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-158f" n="158f"/> κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔστιν</foreign> H: <foreign xml:lang="grc">ἔστιν εὑρεῖν</foreign> </note> ὅπερ οὐδένα λέληθεν ἀνθρώπων· ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, 
<milestone unit="tlnum" n="20"/> ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ τούτων</foreign> R: <foreign xml:lang="grc">ταύτης τὸ</foreign> </note> κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης.</q> ὑπολαβὼν οὖν ἐγὼ τοῦ Κλεοδώρου διαλιπόντος <q>ἐκεῖνο δʼ οὐ λέγεις</q> εἶπον, <q>ὅτι καὶ τὸν ὕπνον ἅμα 
<milestone unit="tlnum" n="25"/> τῇ τροφῇ συνεκβάλλομεν; ὕπνου δὲ μὴ ὄντος οὐδʼ 
<milestone unit="stephpage" xml:id="stephpage-159a" n="159a"/> ὄνειρός ἐστιν, ἀλλʼ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. ἔσται δὲ μονοειδὴς ὁ βίος καὶ τρόπον <pb xml:id="v.1.p.389"/> τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ· τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. ἀργὸν γὰρ οὐδέν ἐστιν 
<milestone unit="tlnum" n="5"/> οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν· ὥσθʼ ὁ μὴ δεόμενος τροφῆς οὐδὲ σώματος δεῖται. τοῦτο δʼ αὐτὸν ἦν αὑτοῦ μὴ δεῖσθαι· σὺν σώματι γὰρ ἡμῶν ἕκαστος.</q> <q>ἡμεῖς μὲν οὖν</q> ἔφην ἐγὼ <q>ταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν· εἰ δὲ Σόλων ἤ τις 
<milestone unit="tlnum" n="10"/> ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.</q> 
<milestone unit="stephpage" xml:id="stephpage-159b" n="159b"/> </p></div></div></body></text></TEI>