<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">Μνησίφιλος δʼ ὁ Ἀθηναῖος, ἑταῖρος ὢν καὶ ζηλωτὴς Σόλωνος, <q>ἐγώ τοι</q> εἶπεν <q>ὦ Περίανδρε τὸν λόγον ἀξιῶ καθάπερ τὸν οἶνον μὴ πλουτίνδην 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-154d" n="154d"/> μηδʼ ἀριστίνδην ἀλλʼ ἐξ ἴσου πᾶσιν ὥσπερ ἐν δημοκρατίᾳ νέμεσθαι καὶ κοινὸν εἶναι· τῶν δʼ ἄρτι περὶ ἀρχῆς καὶ βασιλείας εἰρημένων οὐδὲν ἡμῖν τοῖς δημοτικοῖς μέτεστιν. ὅθεν οἰόμεθα δεῖν πάλιν ἕκαστον ὑμῶν περὶ πολιτείας ἰσονόμου γνώμην τινὰ <pb xml:id="v.1.p.378"/> συμβαλέσθαι, ἀρξαμένους αὖθις ἀπὸ Σόλωνος.</q> Ἐδόκει δὴ ταῦτα ποιεῖν. καὶ πρῶτος ὁ Σόλων <q>ἀλλʼ ἀκήκοας μέν</q> εἶπεν <q>ὦ Μνησίφιλε μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας· εἰ δὲ βούλει 
<milestone unit="tlnum" n="5"/> καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα 
<milestone unit="stephpage" xml:id="stephpage-154e" n="154e"/> τοῦ ἀδικηθέντος οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσι</q> Δεύτερος δʼ ὁ Βίας ἔφησε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔφη</foreign> Stobaeus Floril. XLIII 131</note> κρατίστην εἶναι δημοκρατίαν ἐν πάντες 
<milestone unit="tlnum" n="10"/> ὡς τύραννον φοβοῦνται τὸν νόμον. ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας. μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις ἐν ᾗ τῶν ἄλλων ἴσων νομιζομένων ἀρετῇ τὸ βέλτιον ὁρίζεται, κακίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κακία</foreign> (<foreign xml:lang="grc">κακίᾳ</foreign> Pflugkius) <foreign xml:lang="grc">δὲ</foreign> Stobaeus: <foreign xml:lang="grc">καὶ κακία</foreign> </note> δὲ τὸ χεῖρον. πέμπτος δʼ ὁ Κλεόβουλος 
<milestone unit="tlnum" n="15"/> ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον. ἕκτος δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δ’ ὁ</foreign>?</note> Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν. μετατραπεὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μετατραπεὶς</foreign>] <foreign xml:lang="grc">μετὰ τούτους</foreign> W. Malim <foreign xml:lang="grc">μετὰ τοὺον</foreign> </note> 
<milestone unit="stephpage" xml:id="stephpage-154f" n="154f"/> δʼ ὁ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα 
<milestone unit="tlnum" n="20"/> δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. τελευταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ. </p></div></div></body></text></TEI>