<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">Μνησίφιλος δʼ ὁ Ἀθηναῖος, ἑταῖρος ὢν καὶ ζηλωτὴς Σόλωνος, <q>ἐγώ τοι</q> εἶπεν <q>ὦ Περίανδρε τὸν λόγον ἀξιῶ καθάπερ τὸν οἶνον μὴ πλουτίνδην 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-154d" n="154d"/> μηδʼ ἀριστίνδην ἀλλʼ ἐξ ἴσου πᾶσιν ὥσπερ ἐν δημοκρατίᾳ νέμεσθαι καὶ κοινὸν εἶναι· τῶν δʼ ἄρτι περὶ ἀρχῆς καὶ βασιλείας εἰρημένων οὐδὲν ἡμῖν τοῖς δημοτικοῖς μέτεστιν. ὅθεν οἰόμεθα δεῖν πάλιν ἕκαστον ὑμῶν περὶ πολιτείας ἰσονόμου γνώμην τινὰ <pb xml:id="v.1.p.378"/> συμβαλέσθαι, ἀρξαμένους αὖθις ἀπὸ Σόλωνος.</q> Ἐδόκει δὴ ταῦτα ποιεῖν. καὶ πρῶτος ὁ Σόλων <q>ἀλλʼ ἀκήκοας μέν</q> εἶπεν <q>ὦ Μνησίφιλε μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας· εἰ δὲ βούλει 
<milestone unit="tlnum" n="5"/> καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα 
<milestone unit="stephpage" xml:id="stephpage-154e" n="154e"/> τοῦ ἀδικηθέντος οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσι</q> Δεύτερος δʼ ὁ Βίας ἔφησε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔφη</foreign> Stobaeus Floril. XLIII 131</note> κρατίστην εἶναι δημοκρατίαν ἐν πάντες 
<milestone unit="tlnum" n="10"/> ὡς τύραννον φοβοῦνται τὸν νόμον. ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας. μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις ἐν ᾗ τῶν ἄλλων ἴσων νομιζομένων ἀρετῇ τὸ βέλτιον ὁρίζεται, κακίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κακία</foreign> (<foreign xml:lang="grc">κακίᾳ</foreign> Pflugkius) <foreign xml:lang="grc">δὲ</foreign> Stobaeus: <foreign xml:lang="grc">καὶ κακία</foreign> </note> δὲ τὸ χεῖρον. πέμπτος δʼ ὁ Κλεόβουλος 
<milestone unit="tlnum" n="15"/> ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον. ἕκτος δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δ’ ὁ</foreign>?</note> Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν. μετατραπεὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μετατραπεὶς</foreign>] <foreign xml:lang="grc">μετὰ τούτους</foreign> W. Malim <foreign xml:lang="grc">μετὰ τοὺον</foreign> </note> 
<milestone unit="stephpage" xml:id="stephpage-154f" n="154f"/> δʼ ὁ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα 
<milestone unit="tlnum" n="20"/> δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. τελευταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">τέλος δὲ καὶ τούτου τοῦ λόγου λαβόντος 
<milestone unit="tlnum" n="25"/> ἠξίουν ἐγὼ καὶ περὶ οἴκου ᾗ χρηστέον εἰπεῖν τοὺς ἄνδρας ἡμῖν· <q>βασιλείας μὲν γὰρ καὶ πόλεις ὀλίγοι <pb xml:id="v.1.p.379"/> κυβερνῶσιν, ἑστίας δὲ πᾶσιν ἡμῖν καὶ οἴκου μέτεστι.</q> γελάσας οὖν ὁ Αἴσωπος <q>οὔκ, εἴγε τῶν πάντων</q> 
<milestone unit="stephpage" xml:id="stephpage-155a" n="155a"/> ἔφη <q>καὶ Ἀνάχαρσιν ἀριθμεῖς· τούτῳ γὰρ οἶκος οὐκ ἔστιν, ἀλλὰ καὶ σεμνύνεται τῷ ἄοικος εἶναι, 
<milestone unit="tlnum" n="5"/> χρῆσθαι δʼ ἁμάξῃ, καθάπερ τὸν ἥλιον ἐν ἅρματι λέγουσι περιπολεῖν, ἄλλοτʼ ἄλλην ἐπινεμόμενον τοῦ οὐρανοῦ χώραν.</q> Καὶ ὁ Ἀνάχαρσις <q>διὰ τοῦτό τοι</q> εἶπεν <q>ἢ μόνος ἢ μάλιστα τῶν θεῶν ἐλεύθερός ἐστι καὶ αὐτόνομος, καὶ κρατεῖ πάντων, κρατεῖται δʼ ὑπʼ 
<milestone unit="tlnum" n="10"/> οὐδενός, ἀλλὰ βασιλεύει καὶ ἡνιοχεῖ. πλὴν σέ γε τὸ ἅρμα λέληθεν αὐτοῦ, ὡς ὑπερφυὲς κάλλει καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-155b" n="155b"/> μεγέθει θαυμάσιόν ἐστιν· οὐ γὰρ ἂν παίζων ἐπὶ γέλωτι παρέβαλες ἐκεῖνο τοῖς ἡμετέροις. οἶκον δέ μοι δοκεῖς, ὦ Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα 
<milestone unit="tlnum" n="15"/> καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν ὁ Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν 
<milestone unit="tlnum" n="20"/> καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρʼ αὐτῷ βουλόμενος γενέσθαι θεατής· σὺ δʼ ἔοικας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος. ἐκείνη μὲν γὰρ εἰς ἀγῶνα ποικιλίας καταστᾶσα πρὸς τὴν πάρδαλιν ἠξίου τὰ ἐντὸς αὐτῆς καταμαθεῖν τὸν 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-155c" n="155c"/> δικαστήν, ποικιλωτέρα γὰρ ἐκεῖθεν φανεῖσθαι· σὺ δὲ τὰ τεκτόνων καὶ λιθοξόων ἔργα περινοστεῖς, οἶκον ἡγούμενος οὐ τὰ ἐντὸς ἑκάστου καὶ οἰκεῖα, παῖδας καὶ γάμον καὶ φίλους καὶ θεράποντας, οἷς κἂν ἐν μυρμηκιᾷ τις ἢ νεοττιᾷ νοῦν ἔχουσι καὶ <pb xml:id="v.1.p.380"/> σωφρονοῦσι κοινωνῇ τῶν ὑπόντων, χρηστὸν οἶκον οἰκεῖ καὶ μακάριον. ἐγὼ μὲν οὖν</q> ἔφη <q>ταῦτα καὶ πρὸς Αἴσωπον ἀποκρίνομαι καὶ Διοκλεῖ συμβάλλομαι· τῶν δʼ ἄλλων ἕκαστος ἀποφαίνεσθαι δίκαιός 
<milestone unit="tlnum" n="5"/> ἐστι τὴν ἑαυτοῦ γνώμην.</q> τοῦτον οὖν ἄριστον ὁ Σόλων εἶπεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦτον - εἶπεν</foreign> Stobaeus Floril. LXXX</note> αὑτῷ δοκεῖν οἶκον, ὅπου τὰ κτήματα 
<milestone unit="stephpage" xml:id="stephpage-155d" n="155d"/> μήτε κτωμένοις ἀδικία μήτε φυλάττουσιν ἀπιστία μήτε δαπανῶσι μετάνοια πρόσεστιν. ὁ δὲ Βίας ἐν ᾧ τοιοῦτός ἐστιν ὁ δεσπότης διʼ αὑτὸν οἷος ἔξω διὰ 
<milestone unit="tlnum" n="10"/> τὸν νόμον. ὁ δὲ Θαλῆς ἐν ᾧ πλείστην ἄγειν τῷ δεσπότῃ σχολὴν ἔξεστιν. ὁ δὲ Κλεόβουλος εἰ πλείονας ἔχοι τῶν φοβουμένων αὐτὸν τοὺς φιλοῦντας ὁ δεσπότης. ὁ δὲ Πιττακὸς εἶπεν ὡς ἄριστος οἶκός ἐστιν ὁ τῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὕτως ὁ σόλων ἄριστον</foreign></note> περιττῶν μηδενὸς δεόμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μηδενὸς δεόμενος</foreign> Stobaeus</note> καὶ τῶν 
<milestone unit="tlnum" n="15"/> ἀναγκαίων μηδενὸς ἐνδεόμενος. ὁ δὲ Χίλων ἔφη δεῖν μάλιστα βασιλευομένῃ πόλει προσεοικέναι τὸν οἶκον. εἶτα προσεπεῖπεν ὅτι καὶ Λυκοῦργος πρὸς τὸν κελεύοντα δημοκρατίαν ἐν τῇ πόλει καταστῆσαι 
<milestone unit="stephpage" xml:id="stephpage-155e" n="155e"/> <q>πρῶτος</q> ἔφη <q>ποίησον ἐν τῇ οἰκίᾳ σου δημοκρατίαν.</q> 
<milestone unit="tlnum" n="20"/></p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν ὁ λόγος τέλος, ἡ μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ 
<milestone unit="tlnum" n="25"/> προσαγορεύσας τὸν Αἴσωπον <q>σὺ δʼ οὐκ ἄν</q> ἔφη <q>διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα <pb xml:id="v.1.p.381"/> διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας;</q> Καὶ ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-155f" n="155f"/>Αἴσωπος <q>ἀλλʼ οὐ δεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ δεῖ</foreign> Madvigius: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> τοῦτʼ</q> ἔφη <q>τὸ ποτήριον δημοτικὸν εἶναι· Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ.</q> Τὸν οὖν Μνησίφιλον προσαγορεύσας ὁ Πιττακὸς 
<milestone unit="tlnum" n="5"/> ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων ἐν οἷς γέγραφεν <quote rend="blockquote"><l> ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 2 p. 50</note><l>καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας</l></quote> ὑποφθάσας δʼ Ἀνάχαρσις <q>σὲ γάρ , ὦ Πιττακέ, καὶ 
<milestone unit="tlnum" n="10"/> τὸν σὸν ἐκεῖνον τὸν χαλεπὸν φοβεῖται νόμον, ἐν ᾧ γέγραφας Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν ἢ τῷ νήφοντι τὴν ζημίαν εἶναι</q> Καὶ ὁ Πιττακός <q>σὺ δὲ γʼ</q> εἶπεν <q>οὕτως ἐξύβρισας εἰς τὸν νόμον, 
<milestone unit="stephpage" xml:id="stephpage-156a" n="156a"/> ὥστε πέρυσι παρὰ λίβυτʼ ἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρὰ Διβουτάδῃ Δελφῷ</foreign> Madvigius</note> μεθυσθεὶς ἆθλον 
<milestone unit="tlnum" n="15"/> αἰτεῖν καὶ στέφανον.</q> <q>τί δʼ οὐκ ἔμελλον</q> ἔφη ὁ Ἀνάχαρσις <q>τῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον; ἢ διδάξατέ μʼ ὑμεῖς, τί τέλος ἐστὶ τοῦ πολὺν πιεῖν ἄκρατον ἢ τὸ μεθυσθῆναι.</q> τοῦ δὲ Πιττακοῦ γελάσαντος 
<milestone unit="tlnum" n="20"/> ὁ Αἴσωπος λόγον εἶπε τοιοῦτον· <q>λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθών <q>ἡλίκος ἂν ἦν</q> ἔφη <q>θόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτʼ ἐποίουν.</q></q> καὶ ὁ Χίλων <q>ὀρθῶς</q> ἔφη <q>Αἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφʼ 
<milestone unit="tlnum" n="25"/> ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας· Μνησίφιλος γὰρ τὴν ὑπὲρ <pb xml:id="v.1.p.382"/> Σόλωνος ἀπόκρισιν</q> <q>καὶ λέγω</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λέγω</foreign> W: <foreign xml:lang="grc">λέγων</foreign> </note> ὁ Μνησίφιλος εἶπεν 
<milestone unit="stephpage" xml:id="stephpage-156b" n="156b"/> <q>εἰδὼς ὅτι Σόλωνι δοκεῖ πάσης τέχνης καὶ δυνάμεως ἀνθρωπίνης τε καὶ θείας ἔργον εἶναι τὸ γιγνόμενον μᾶλλον ἢ διʼ οὗ γίγνεται, καὶ τὸ τέλος ἢ τὰ πρὸς 
<milestone unit="tlnum" n="5"/> τό τέλος. ὑφάντης τε γὰρ ἂν οἶμαι χλαμύδα ποιήσαιτο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ποιήσαιτο</foreign> idem: <foreign xml:lang="grc">ποιήσαι</foreign> </note> μᾶλλον ἔργον αὑτοῦ καὶ ἱμάτιον ἢ κανόνων διάθεσιν καὶ ἀνέγερσιν ἀγνύθων, χαλκεύς τε κόλλησιν σιδήρου καὶ στόμωσιν πελέκεως μᾶλλον ἤ τι τῶν ἕνεκα τούτου γιγνομένων ἀναγκαίων, οἷον ἀνθράκων 
<milestone unit="tlnum" n="10"/> ἐκζωπύρησιν ἢ λατύπης παρασκευήν. ἔτι δὲ μᾶλλον ἀρχιτέκτων μέμψαιτʼ ἂν ἡμᾶς ἔργον αὐτοῦ μὴ ναῦν μηδʼ οἰκίαν ἀποφαίνοντας, ἀλλὰ τρυπῆσαι 
<milestone unit="stephpage" xml:id="stephpage-156c" n="156c"/> ξύλα καὶ φυρᾶσαι πηλόν· αἱ δὲ Μοῦσαι καὶ παντάπασιν, εἰ νομίζοιμεν αὐτῶν ἔργον εἶναι κιθάραν 
<milestone unit="tlnum" n="15"/> καὶ αὐλούς, ἀλλὰ μὴ τὸ παιδεύειν τὰ ἤθη καὶ παρηγορεῖν τὰ πάθη τῶν χρωμένων μέλεσι καὶ ἁρμονίαις. οὐκοῦν οὐδὲ τῆς Ἀφροδίτης ἔργον ἐστὶ συνουσία καὶ μῖξις, οὐδὲ τοῦ Διονύσου μέθη καὶ οἶνος, ἀλλʼ ἣν ἐμποιοῦσι διὰ τούτων φιλοφροσύνην 
<milestone unit="tlnum" n="20"/> καὶ πόθον καὶ ὁμιλίαν ἡμῖν καὶ συνήθειαν πρὸς ἀλλήλους· ταῦτα γὰρ ἔργα θεῖα καλεῖ Σόλων, καὶ ταῦτά φησιν ἀγαπᾶν καὶ διώκειν μάλιστα πρεσβύτης γενόμενος. ἔστι δὲ τῆς μὲν πρὸς γυναῖκας ἀνδρῶν ὁμοφροσύνης καὶ φιλίας δημιουργὸς ἡ Ἀφροδίτη, 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-156d" n="156d"/> τοῖς σώμασιν ὑφʼ ἡδονῆς ἅμα συμμιγνύουσα καὶ συντήκουσα τὰς ψυχάς· τοῖς δὲ πολλοῖς καὶ μὴ πάνυ συνήθεσι μηδʼ ἄγαν γνωρίμοις ὁ Διόνυσος ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττων τὰ ἤθη καὶ ἀνυγραίνων <pb xml:id="v.1.p.383"/> ἀρχήν τινα συγκράσεως πρὸς ἀλλήλους καὶ φιλίας ἐνδίδωσιν. ὅταν δὲ τοιοῦτοι συνέλθωσιν ἄνδρες, οἵους ὁ Περίανδρος ὑμᾶς παρακέκληκεν, οὐδὲν ἔργον ἐστὶν οἶμαι κύλικος οὐδʼ οἰνοχόης, ἀλλʼ αἱ 
<milestone unit="tlnum" n="5"/>Μοῦσαι καθάπερ κρατῆρα νηφάλιον ἐν μέσῳ προθέμεναι τὸν λόγον, ᾧ πλεῖστον ἡδονῆς ἅμα καὶ παιδιᾶς καὶ σπουδῆς ἔνεστιν, ἐγείρουσι τούτῳ καὶ κατάρδουσι καὶ διαχέουσι τὴν φιλοφροσύνην, ἐῶσαι 
<milestone unit="stephpage" xml:id="stephpage-156e" n="156e"/> τὰ πολλὰ τὴν οἰνοχόην ἀτρέμα κεῖσθαι <q>κρητῆρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κρητε͂ρος</foreign> H: <foreign xml:lang="grc">κρατῆρος</foreign> </note> 
<milestone unit="tlnum" n="10"/> ὕπερθεν,</q> ὅπερ ἀπηγόρευσεν Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 742</note> ἐν τοῖς πίνειν μᾶλλον ἢ διαλέγεσθαι δυναμένοις. ἐπεὶ τάς γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> R: <foreign xml:lang="grc">τε</foreign> </note> προπόσεις αὐτάς</q> ἔφη <q>πυνθάνομαι λέγειν τοῖς παλαιοῖς ἐνδεῖν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνδεῖν δαιτρόν</foreign> scripsi: <foreign xml:lang="grc">ἔνδεινον</foreign> </note> <q>δαιτρόν,</q> ὡς Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">Δ</foreign> 262</note> ἔφη, καὶ μετρητὸν ἑκάστου πίνοντος, εἶθʼ ὥσπερ Αἴας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἴας</foreign>] <foreign xml:lang="grc">λείας</foreign> Hauptius</note> μερίδος μεταδιδόντος 
<milestone unit="tlnum" n="15"/> τῷ πλησίον</q> Εἰπόντος δὲ ταῦτα τοῦ Μνησιφίλου Χερσίας ὁ ποιητής ἀφεῖτο γὰρ ἤδη τῆς 
<milestone unit="stephpage" xml:id="stephpage-156f" n="156f"/> αἰτίας καὶ διήλλακτο τῷ Περιάνδρῳ νεωστί, Χίλωνος δεηθέντος <q>ἆρʼ οὖν</q> ἔφη <q>καὶ τοῖς θεοῖς ὁ Ζεύς, 
<milestone unit="tlnum" n="20"/> ὥσπερ τοῖς ἀριστεῦσιν ὁ Ἀγαμέμνων, μετρητὸν ἐνέχει τὸ ποτόν, ὅτε προύπινον ἀλλήλοις ἑστιώμενοι παρʼ αὐτῷ;</q> Καὶ ὁ Κλεόδωρος <q>σὺ δʼ ὦ Χερσία</q> εἶπεν, <q>εἰ τὴν ἀμβροσίαν τῷ Διὶ πελειάδες τινὲς κομίζουσιν, ὡς ὑμεῖς λέγετε, τὰς Πλαγκτὰς ὑπερπετόμεναι χαλεπῶς καὶ μόλις, οὐ νομίζεις καὶ τὸ 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157a" n="157a"/> νέκταρ αὐτῷ δυσπόριστον εἶναι καὶ σπάνιον, ὥστε φείδεσθαι καὶ παρέχειν ἑκάστῳ τεταμιευμένον;</q> <pb xml:id="v.1.p.384"/> </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent"><q>ἴσως</q> εἶπεν ὁ Χερσίας· <q>ἀλλʼ ἐπεὶ πάλιν περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign> W</note> οἰκονομίας λόγος γέγονε, τίς ἂν ὑμῶν φράσειεν ἡμῖν τὸ ἀπολειπόμενον; ἀπολείπεται δʼ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης.</q> 
<milestone unit="tlnum" n="5"/>καὶ ὁ Κλεόβουλος <q>ἀλλὰ τοῖς μὲν σοφοῖς</q> ἔφη <q>μέτρον ὁ νόμος δέδωκε, πρὸς δὲ τοὺς φαύλους ἐρῶ λόγον τῆς ἐμῆς θυγατρὸς ὃν πρὸς τὸν ἀδελφὸν εἶπεν. ἔφη γὰρ τὴν Σελήνην δεῖσθαι τῆς ἑαυτῆς μητρὸς ὅπως αὐτῇ χιτώνιον ὑφήνῃ σύμμετρον· τὴν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157b" n="157b"/> δʼ εἰπεῖν <q>καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, τοτὲ δʼ ἀμφίκυρτον</q> οὕτω δὴ , ὦ φίλε Χερσία, καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς 
<milestone unit="tlnum" n="15"/> ἐπιθυμίας καὶ τὰς τύχας, ὥσπερ ὁ Αἰσώπειος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Αἰσώπειος</foreign> scripsi: <foreign xml:lang="grc">αἰσώπιος</foreign> </note> κύων, ὃν οὑτοσί φησιν ἐν τῷ χειμῶνι συστρεφόμενον καὶ συσπειρώμενον διὰ τὸ ῥιγοῦν οἰκίαν ποιεῖν διανοεῖσθαι , θέρους δʼ αὖ πάλιν ἐκτεταμένον καθεύδοντα φαίνεσθαι μέγαν ἑαυτῷ καὶ μήτʼ ἀναγκαῖον ἡγεῖσθαι 
<milestone unit="tlnum" n="20"/> μήτε μικρὸν ἔργον οἰκίαν περιβαλέσθαι τοσαύτην. ἦ γὰρ οὐχ ὁρᾷς</q> εἶπεν <q>ὦ Χερσία, καὶ τοὺς μικροὺς 
<milestone unit="stephpage" xml:id="stephpage-157c" n="157c"/> νῦν μὲν εἰς μικρὰ κομιδῇ συστέλλοντας ἑαυτοὺς ὡς στρογγύλως καὶ Λακωνικῶς βιωσομένους, νῦν δέ, εἰ μὴ τὰ πάντων ἔχουσιν ἰδιωτῶν ἅμα καὶ βασιλέων, 
<milestone unit="tlnum" n="25"/> ὑπʼ ἐνδείας ἀπολεῖσθαι νομίζοντας;</q> ὡς οὖν ὁ Χερσίας ἀπεσιώπησεν, ὑπολαβὼν ὁ Κλεόδωρος <q>ἀλλὰ καὶ τοὺς σοφούς</q> εἶπεν <q>ὑμᾶς ὁρῶμεν ἀνίσοις μέτροις τὰς κτήσεις, νενεμημένας πρὸς ἀλλήλους <pb xml:id="v.1.p.385"/> ἔχοντας.</q> Καὶ ὁ Κλεόβουλος <q>ὁ γάρ τοι νόμος</q> εἶπεν <q>ὦ βέλτιστε ἀνδρῶν, ὡς ὑφάντης ἑκάστῳ τὸ πρέπον ἡμῶν καὶ τὸ μέτριον καὶ τὸ ἁρμόττον ἀποδίδωσι. 
<milestone unit="stephpage" xml:id="stephpage-157d" n="157d"/> καὶ σὺ καθάπερ τῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῳ</foreign> scripsi: <foreign xml:lang="grc">τῷ</foreign> </note> νόμῳ τῷ λόγῳ τρέφων καὶ διαιτῶν 
<milestone unit="tlnum" n="5"/> καὶ φαρμακεύων τοὺς κάμνοντας οὐκ ἴσον ἑκάστῳ, τὸ δὲ προσῆκον ἀπονέμεις ἅπασιν</q> ὑπολαβὼν δʼ ὁ Ἄρδαλος <q>ἆρʼ οὖν</q> ἔφη <q>καὶ τὸν ἑταῖρον ὑμῶν Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δʼ ἀλίμου δυνάμεως 
<milestone unit="tlnum" n="10"/> ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον;</q> ἐπιστήσαντος δὲ τοῦ λόγου τὸ συμπόσιον ὁ μὲν Θαλῆς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157e" n="157e"/> ἐπισκώπτων εὖ φρονεῖν ἔφη τὸν Ἐπιμενίδην ὅτι μὴ βούλεται πράγματα ἔχειν ἀλῶν τὰ σιτία καὶ πέττων ἑαυτῷ, καθάπερ Πιττακός. <q>ἐγὼ γάρ</q> εἶπε τῆς ξένης ἤκουον ᾀδούσης πρὸς τὴν μύλην, ἐν Ἐρέσῳ γενόμενος, <quote rend="blockquote"><l>ἄλει μύλα ἄλει· </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 673</note><l>καὶ γὰρ Πιττακὸς ἄλει 
<milestone unit="tlnum" n="20"/> </l><l>μεγάλας Μυτιλάνας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μυτιλάνας</foreign> scripsi: <foreign xml:lang="grc">μιτυλάνας</foreign> </note> βασιλεύων.</l></quote> ὁ δὲ Σόλων ἔφη θαυμάζειν τὸν Ἄρδαλον εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] OD 41</note> γεγραμμένον· ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος Ἐπιμενίδῃ σπέρματα τῆς τροφῆς ταύτης 
<milestone unit="tlnum" n="25"/> παρασχὼν καὶ ὁ ζητεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ ζητεῖν</foreign> scripsi: <foreign xml:lang="grc">ζητεῖν ὁ</foreign> </note> διδάξας <pb xml:id="v.1.p.386"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157f" n="157f"/> <quote rend="blockquote"><l>ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ</l></quote> <q>οἴει γάρ</q> ὁ Περίανδρος εἶπε <q>τὸν Ἡσίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεὶ καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν 
<milestone unit="tlnum" n="5"/> ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δʼ ὁ ἀνθέρικος· τὰ δʼ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον ἢ σιτία πυνθάνομαι, καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι καὶ σπέρματα πάμπολλα τῶν οὐκ εὐπορίστων. πῶς οὖν οὐκ ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν</foreign> Pflugkius: <foreign xml:lang="grc">ἐν</foreign> </note> τῷ Ἡσιόδῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδῳ</foreign>] OD 45</note> 
<milestone unit="tlnum" n="10"/> τὸ <q>πηδάλιον μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign> H ex. 1. 1.</note> ὑπὲρ καπνοῦ</q> κείμενον <quote rend="blockquote"><l>ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν</l></quote> εἰ τοσαύτης δεήσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δεήσειε</foreign> idem</note> παρασκευῆς; θαυμάζω δέ σου 
<milestone unit="stephpage" xml:id="stephpage-158a" n="158a"/> τὸν ξένον ὦ Σόλων εἰ Δηλίοις ἔναγχος ποιησάμενος τὸν μέγαν καθαρμὸν οὐχ ἱστόρησε παρʼ αὐτοῖς εἰς 
<milestone unit="tlnum" n="15"/> τὸ ἱερὸν κομιζόμενα τῆς πρώτης ὑπομνήματα τροφῆς καὶ δείγματα μετʼ ἄλλων εὐτελῶν καὶ αὐτοφυῶν μαλάχην καὶ ἀνθέρικον, ὧν εἰκός ἐστι καὶ τὸν Ἡσίοδον προξενεῖν ἡμῖν τὴν λιτότητα καὶ τὴν ἀφέλειαν.</q> <q>οὐ ταῦτʼ</q> ἔφη <q>μόνον</q> ὁ Ἀνάχαρσις <q>ἀλλὰ καὶ 
<milestone unit="tlnum" n="20"/> πρὸς ὑγίειαν ἐν τοῖς μάλιστα τῶν λαχάνων ἑκάτερον ἐπαινεῖται</q> Καὶ ὁ Κλεόδωρος <q>ὀρθῶς</q> ἔφη <q>λέγεις. ἰατρικὸς γὰρ Ἡσίοδος ὢν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὢν</foreign> W: <foreign xml:lang="grc">ὡς</foreign> </note> δῆλός ἐστιν οὐκ ἀμελῶς 
<milestone unit="stephpage" xml:id="stephpage-158b" n="158b"/> οὐδʼ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος 
<milestone unit="tlnum" n="25"/> καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθίσεως</foreign>] Hesiod. OD 750</note> <pb xml:id="v.1.p.387"/> ἀλλʼ Ἡσιόδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] OD 203</note> μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν ἢ Ἐπιμενίδης· τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας ὁ πρὸς τὴν ἀηδόνα λόγος τοῦ 
<milestone unit="tlnum" n="5"/> ἱέρακος παρέσχηκεν. ἐγὼ δʼ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος· εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, ὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.</q> </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">καὶ ὁ Σόλων ἔφη <q>τί δὲ τοῦτʼ ἐκεῖνον 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-158c" n="158c"/> ἐρωτᾶν ἔδει; δῆλον γὰρ ἦν ὅτι τοῦ μεγίστου τῶν ἀγαθῶν καὶ κρατίστου δεύτερόν ἐστι τὸ δεῖσθαι τροφῆς βραχυτάτης. ἢ τὸ μέγιστον οὐ δοκεῖ σοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign> addidi</note> τὸ μηδʼ ὅλως τροφῆς δεῖσθαι;</q> <q>οὐδαμῶς</q> ὁ Κλεόδωρος <q>ἔμοιγʼ</q> εἶπεν, <q>εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ 
<milestone unit="tlnum" n="15"/> μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις ἡ τροφῆς ἀναίρεσίς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡ τροφῆς ἀναίρεσις</foreign> supplevi</note> ἐστι· συναναιρεῖται γὰρ αὐτῇ πῦρ 
<milestone unit="tlnum" n="20"/> ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, 
<milestone unit="stephpage" xml:id="stephpage-158d" n="158d"/> μᾶλλον δὲ σύμπας ὁ βίος, εἴ γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἴ γε</foreign> Xylander: <foreign xml:lang="grc">εἴ τε</foreign> </note> διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν ἡ τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. 
<milestone unit="tlnum" n="25"/> δεινὸν μὲν οὖν, ὦ ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ· διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων <pb xml:id="v.1.p.388"/> πλημμελῶς φερομένων ὑπʼ ἀργίας ἀνάπλεων. συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-158e" n="158e"/> μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. καταλύονται 
<milestone unit="tlnum" n="5"/> δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign> Meziriacus</note> καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign> idem: <foreign xml:lang="grc">δὲ</foreign> </note> μικράν, ἔτι δʼ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐσται</foreign> R: <foreign xml:lang="grc">ἐστι</foreign> </note> ποῦ δὲ θυσία; πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα 
<milestone unit="tlnum" n="10"/> μηδενὸς ὧν δίδωσι; τί δὲ θύσομεν ἢ σπείσομεν; τίνος δʼ ἀπαρξόμεθα; πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι, πᾶσαν δὲ φεύγειν καὶ πάντως ἀναίσθητον. 
<milestone unit="tlnum" n="15"/> τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-158f" n="158f"/> κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔστιν</foreign> H: <foreign xml:lang="grc">ἔστιν εὑρεῖν</foreign> </note> ὅπερ οὐδένα λέληθεν ἀνθρώπων· ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, 
<milestone unit="tlnum" n="20"/> ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ τούτων</foreign> R: <foreign xml:lang="grc">ταύτης τὸ</foreign> </note> κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης.</q> ὑπολαβὼν οὖν ἐγὼ τοῦ Κλεοδώρου διαλιπόντος <q>ἐκεῖνο δʼ οὐ λέγεις</q> εἶπον, <q>ὅτι καὶ τὸν ὕπνον ἅμα 
<milestone unit="tlnum" n="25"/> τῇ τροφῇ συνεκβάλλομεν; ὕπνου δὲ μὴ ὄντος οὐδʼ 
<milestone unit="stephpage" xml:id="stephpage-159a" n="159a"/> ὄνειρός ἐστιν, ἀλλʼ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. ἔσται δὲ μονοειδὴς ὁ βίος καὶ τρόπον <pb xml:id="v.1.p.389"/> τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ· τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. ἀργὸν γὰρ οὐδέν ἐστιν 
<milestone unit="tlnum" n="5"/> οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν· ὥσθʼ ὁ μὴ δεόμενος τροφῆς οὐδὲ σώματος δεῖται. τοῦτο δʼ αὐτὸν ἦν αὑτοῦ μὴ δεῖσθαι· σὺν σώματι γὰρ ἡμῶν ἕκαστος.</q> <q>ἡμεῖς μὲν οὖν</q> ἔφην ἐγὼ <q>ταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν· εἰ δὲ Σόλων ἤ τις 
<milestone unit="tlnum" n="10"/> ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.</q> 
<milestone unit="stephpage" xml:id="stephpage-159b" n="159b"/> </p></div></div></body></text></TEI>