<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-146b" n="146b"/> ἦ που προϊὼν ὁ χρόνος, ὦ Νίκαρχε, πολὺ σκότος ἐπάξει τοῖς πράγμασι καὶ πᾶσαν ἀσάφειαν, εἰ νῦν ἐπὶ προσφάτοις οὕτω καὶ νεαροῖς λόγοι ψευδεῖς συντεθέντες ἔχουσι πίστιν. οὔτε γὰρ μόνων, 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-146c" n="146c"/> ὡς ὑμεῖς ἀκηκόατε, τῶν ἑπτὰ γέγονε τὸ συμπόσιον, ἀλλὰ πλειόνων ἢ δὶς τοσούτων (ἐν οἷς καὶ αὐτὸς ἤμην, συνήθης μὲν ὢν Περιάνδρῳ διὰ τὴν τέχνην, ξένος δὲ Θάλεω· παρʼ ἐμοὶ γὰρ κατέλυσεν ὁ ἀνὴρ Περιάνδρου κελεύσαντος), οὔτε τοὺς λόγους ὀρθῶς 
<milestone unit="tlnum" n="10"/> ἀπεμνημόνευσεν ὅστις ἦν ὑμῖν ὁ διηγούμενος· ἦν δʼ ὡς ἔοικεν οὐδεὶς τῶν παραγεγονότων. ἀλλʼ ἐπεὶ σχολή τε πάρεστι πολλὴ καὶ τὸ γῆρας οὐκ ἀξιόπιστον ἐγγυήσασθαι τὴν ἀναβολὴν τοῦ λόγου, προθυμουμένοις ὑμῖν ἀπʼ ἀρχῆς ἅπαντα διηγήσομαι. 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-146d" n="146d"/> </p></div></div></body></text></TEI>