<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-146b" n="146b"/> ἦ που προϊὼν ὁ χρόνος, ὦ Νίκαρχε, πολὺ σκότος ἐπάξει τοῖς πράγμασι καὶ πᾶσαν ἀσάφειαν, εἰ νῦν ἐπὶ προσφάτοις οὕτω καὶ νεαροῖς λόγοι ψευδεῖς συντεθέντες ἔχουσι πίστιν. οὔτε γὰρ μόνων, 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-146c" n="146c"/> ὡς ὑμεῖς ἀκηκόατε, τῶν ἑπτὰ γέγονε τὸ συμπόσιον, ἀλλὰ πλειόνων ἢ δὶς τοσούτων (ἐν οἷς καὶ αὐτὸς ἤμην, συνήθης μὲν ὢν Περιάνδρῳ διὰ τὴν τέχνην, ξένος δὲ Θάλεω· παρʼ ἐμοὶ γὰρ κατέλυσεν ὁ ἀνὴρ Περιάνδρου κελεύσαντος), οὔτε τοὺς λόγους ὀρθῶς 
<milestone unit="tlnum" n="10"/> ἀπεμνημόνευσεν ὅστις ἦν ὑμῖν ὁ διηγούμενος· ἦν δʼ ὡς ἔοικεν οὐδεὶς τῶν παραγεγονότων. ἀλλʼ ἐπεὶ σχολή τε πάρεστι πολλὴ καὶ τὸ γῆρας οὐκ ἀξιόπιστον ἐγγυήσασθαι τὴν ἀναβολὴν τοῦ λόγου, προθυμουμένοις ὑμῖν ἀπʼ ἀρχῆς ἅπαντα διηγήσομαι. 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-146d" n="146d"/> </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">παρεσκευάκει μὲν γὰρ οὐκ ἐν τῇ πόλει τὴν ὑποδοχὴν ὁ Περίανδρος, ἀλλʼ ἐν τῷ περὶ τὸ Λέχαιον ἑστιατορίῳ παρὰ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἧς ἦν καὶ ἡ θυσία. μετὰ γὰρ τὸν ἔρωτα τῆς μητρὸς αὐτοῦ προεμένης τὸν βίον ἑκουσίως, οὐ τεθυκὼς τῇ Ἀφροδίτῃ 
<milestone unit="tlnum" n="20"/> τότε πρῶτον ἔκ τινων ἐνυπνίων τῆς Μελίσσης ὥρμησε τιμᾶν καὶ θεραπεύειν τὴν θεόν. τῶν δὲ <pb xml:id="v.1.p.359"/> κεκλημένων ἑκάστῳ συνωρὶς ἱκανῶς κεκοσμημένη προσήχθη· καὶ γὰρ ὥρα θέρους ἦν, καὶ τὴν ὁδὸν ἅπασαν ὑπὸ πλήθους ἁμαξῶν καὶ ἀνθρώπων ἄχρι θαλάττης κονιορτὸς καὶ θόρυβος κατεῖχεν. ὁ μέντοι 
<milestone unit="tlnum" n="5"/>Θαλῆς τὸ ζεῦγος ἐπὶ ταῖς θύραις ἰδὼν καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> del. Hertlinus</note> μειδιάσας 
<milestone unit="stephpage" xml:id="stephpage-146e" n="146e"/> ἀφῆκεν. ἐβαδίζομεν οὖν ἐκτραπόμενοι διὰ τῶν χωρίων, καθʼ ἡσυχίαν, καὶ μεθʼ ἡμῶν τρίτος ὁ Ναυκρατίτης Νειλόξενος, ἀνὴρ ἐπιεικὴς καὶ τοῖς περὶ Σόλωνα καὶ Θαλῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Θαλῆν</foreign> H: <foreign xml:lang="grc">θάλητα</foreign> </note> γεγονὼς ἐν Αἰγύπτῳ συνήθης 
<milestone unit="tlnum" n="10"/> ἐτύγχανε δὲ πρὸς Βίαντα πάλιν ἀπεσταλμένος· ὧν δὲ χάριν οὐδʼ αὐτὸς ᾔδει, πλὴν ὑπενόει πρόβλημα δεύτερον αὐτῷ κομίζειν ἐν βιβλίῳ κατασεσημασμένον· εἴρητο γάρ, εἰ Βίας ἀπαγορεύσειεν, ἐπιδεῖξαι τοῖς σοφωτάτοις Ἑλλήνων τὸ βιβλίον. <q>ἕρμαιον</q> ὁ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-146f" n="146f"/>Νειλόξενος ἔφη <q>μοι γέγονεν ἐνταῦθα λαβεῖν ἅπαντας ὑμᾶς, καὶ κομίζω τὸ βιβλίον ὡς ὁρᾷς ἐπὶ τὸ δεῖπνον.</q> ἅμα δʼ ἡμῖν ἐπεδείκνυε, Καὶ ὁ Θαλῆς γελάσας <q>εἴ τι κακόν</q> εἶπεν, <q>αὖθις εἰς Πριήνην διαλύσει γὰρ ὁ Βίας, ὡς διέλυσεν αὐτὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὸς</foreign> del. H</note> τὸ πρῶτον.</q> 
<milestone unit="tlnum" n="20"/> <q>τί δʼ ἦν</q> ἔφην ἐγὼ <q>τὸ πρῶτον;</q> <q>ἱερεῖον</q> εἶπεν <q>ἔπεμψεν αὐτῷ, κελεύσας τὸ πονηρότατον ἐξελόντα καὶ χρηστότατον ἀποπέμψαι κρέας. ὁ δʼ ἡμέτερος εὖ καὶ καλῶς τὴν γλῶτταν ἐξελὼν ἐξέπεμψεν·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐξέπεμψεν</foreign> scripsi: <foreign xml:lang="grc">ἔπεμψεν</foreign> </note> ὅθεν 
<milestone unit="stephpage" xml:id="stephpage-147a" n="147a"/> εὐδοκιμῶν δῆλός ἐστι καὶ θαυμαζόμενος.</q> <q>οὐ διὰ 
<milestone unit="tlnum" n="25"/> ταῦτʼ</q> ἔφη <q>μόνον</q> ὁ Νειλόξενος, <q>ἀλλʼ οὐ φεύγει τὸ φίλος εἶναι καὶ λέγεσθαι βασιλέων καθάπερ ὑμεῖς, ἐπεὶ σοῦ γε καὶ τἄλλα θαυμάζει, καὶ τῆς <pb xml:id="v.1.p.360"/> πυραμίδος τὴν μέτρησιν ὑπερφυῶς ἠγάπησεν, ὅτι πάσης ἄνευ πραγματείας καὶ μηδενὸς ὀργάνου δεηθεὶς ἀλλὰ τὴν βακτηρίαν στήσας ἐπὶ τῷ πέρατι τῆς σκιᾶς ἣν ἡ πυραμὶς ἐποίει, γενομένων τῇ ἐπαφῇ 
<milestone unit="tlnum" n="5"/> τῆς ἀκτῖνος δυεῖν τριγώνων, ἔδειξας ὃν ἡ σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε τὴν πυραμίδα πρὸς τὴν βακτηρίαν ἔχουσαν. ἀλλʼ, ὅπερ ἔφην, διεβλήθης 
<milestone unit="stephpage" xml:id="stephpage-147b" n="147b"/> μισοβασιλεὺς εἶναι, καί τινες ὑβριστικαί σου περὶ τυράννων ἀποφάσεις ἀνεφέροντο πρὸς αὐτόν , ὡς 
<milestone unit="tlnum" n="10"/> ἐρωτηθεὶς ὑπὸ Μολπαγόρου τοῦ Ἴωνος τί παραδοξότατον εἴης ἑωρακώς, ἀποκρίναιο τύραννον γέροντα, καὶ πάλιν ἔν τινι πότῳ, περὶ τῶν θηρίων λόγου γενομένου, φαίης κάκιστον εἶναι τῶν μὲν ἀγρίων θηρίων τὸν τύραννον, τῶν δʼ ἡμέρων τὸν κόλακα· 
<milestone unit="tlnum" n="15"/> ταῦτα γάρ, εἰ καὶ πάνυ προσποιοῦνται διαφέρειν οἱ βασιλεῖς τῶν τυράννων, οὐκ εὐμενῶς ἀκούουσιν.</q> <q>ἀλλὰ τοῦτο μέν</q> εἶπεν ὁ Θαλῆς Πιττακοῦ ἐστιν, εἰρημένον ἐν παιδιᾷ ποτε πρὸς Μυρσίλον ἐγὼ δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-147c" n="147c"/> <q>θαυμάσαιμʼ ἄν</q> ἔφη <q>οὐ τύραννον ἀλλὰ κυβερνήτην 
<milestone unit="tlnum" n="20"/> γέροντα θεασάμενος</q>. πρὸς δὲ τὴν μετάθεσιν τὸ τοῦ νεανίσκου πέπονθα τοῦ βαλόντος μὲν ἐπὶ τὴν κύνα πατάξαντος δὲ τὴν μητρυιὰν καὶ εἰπόντος <q>οὐδʼ οὕτω κακῶς.</q> διὸ καὶ Σόλωνα σοφώτατον ἡγησάμην οὐ δεξάμενον τυραννεῖν. καὶ Πιττακὸς 
<milestone unit="tlnum" n="25"/> οὗτος εἰ μοναρχίᾳ μὴ προσῆλθεν, οὐκ ἂν εἶπεν ὡς <q>χαλεπὸν ἐσθλὸν ἔμμεναι.</q> Περίανδρος δʼ ἔοικεν ὥσπερ ἐν νοσήματι πατρῴῳ τῇ τυραννίδι ι κατειλημμένος οὐ φαύλως ἐξαναφέρειν χρώμενος ὁμιλίαις ὑγιειναῖς ἄχρι γε νῦν καὶ συνουσίας ἀνδρῶν νοῦν <pb xml:id="v.1.p.361"/> 
<milestone unit="stephpage" xml:id="stephpage-147d" n="147d"/> ἐχόντων ἐπαγόμενος, ἃς δὲ Θρασύβουλος αὐτῷ κολούσεις τῶν ἄκρων οὑμὸς πολίτης ὑφηγεῖται μὴ προσιέμενος. γεωργοῦ γὰρ αἴρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἴρας</foreign> W: <foreign xml:lang="grc">ἄγρας</foreign> </note> καὶ ὀνωνίδας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀνωνίδας</foreign> Doehnerus: <foreign xml:lang="grc">ὄρνιθας</foreign> </note> ἀντὶ πυρῶν καὶ κριθῶν συγκομίζειν ἐθέλοντος οὐδὲν διαφέρει 
<milestone unit="tlnum" n="5"/> τύραννος ἀνδραπόδων μᾶλλον ἄρχειν ἢ ἀνδρῶν βουλόμενος· ἓν γὰρ ἀντὶ πολλῶν κακῶν ἀγαθὸν αἱ δυναστεῖαι τὴν τιμὴν ἔχουσι καὶ τὴν δόξαν, ἄνπερ ἀγαθῶν ὡς κρείττονες ἄρχωσι καὶ μεγάλων μείζονες εἶναι δοκῶσι· τὴν δʼ ἀσφάλειαν ἀγαπῶντας 
<milestone unit="tlnum" n="10"/> ἄνευ τοῦ καλοῦ προβάτων ἔδει πολλῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλῶν</foreign> del. H</note> καὶ ἵππων καὶ βοῶν ἄρχειν, μὴ ἀνθρώπων. ἀλλὰ γὰρ εἰς 
            <milestone unit="stephpage" xml:id="stephpage-147e" n="147e"/> οὐδὲν προσήκοντας ἐμβέβληκεν ἡμᾶς ἔφη <q>ὁ ξένος οὑτοσὶ λόγους, ἀμελήσας λέγειν τε καὶ ζητεῖν ἃ ἁρμόττει ἐπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ</foreign>] <foreign xml:lang="grc">τοῖς ἐπὶ</foreign></note> δεῖπνον βαδίζουσιν. ἦ γὰρ οὐκ οἴει, 
<milestone unit="tlnum" n="15"/> καθάπερ ἑστιάσοντος ἔστι τις παρασκευή, καὶ δειπνήσοντος εἶναι; Συβαρῖται μὲν γὰρ ὡς ἔοικε πρὸ ἐνιαυτοῦ τὰς κλήσεις ποιοῦνται τῶν γυναικῶν, ὅπως ἐκγένοιτο κατὰ σχολὴν παρασκευασαμέναις ἐσθῆτι καὶ χρυσῷ φοιτᾶν ἐπὶ τὸ δεῖπνον· ἐγὼ δὲ πλείονος 
<milestone unit="tlnum" n="20"/> οἶμαι χρόνου δεῖσθαι τὴν ἀληθινὴν τοῦ δειπνήσοντος ὀρθῶς παρασκευήν, ὅτι χαλεπώτερόν ἐστιν ἤθει τὸν πρέποντα κόσμον ἢ σώματι τὸν περιττὸν ἐξευρεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-147f" n="147f"/> καὶ ἄχρηστον. οὐ γὰρ ὡς ἀγγεῖον ἥκει κομίζων ἑαυτὸν ἐμπλῆσαι πρὸς τὸ δεῖπνον ὁ νοῦν ἔχων, 
<milestone unit="tlnum" n="25"/> ἀλλὰ καὶ σπουδάσαι τι καὶ παῖξαι καὶ ἀκοῦσαι καὶ εἰπεῖν ὧν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὧν</foreign> W: <foreign xml:lang="grc">ὃ</foreign> </note> ὁ καιρὸς παρακαλεῖ τοὺς συνόντας, εἰ μέλλουσι μετʼ ἀλλήλων ἡδέως ἔσεσθαι. καὶ γὰρ καὶ <pb xml:id="v.1.p.362"/> ὄψον πονηρὸν ἔστι παρώσασθαι, κἂν οἶνος ᾖ φαῦλος, ἐπὶ τὰς νύμφας καταφυγεῖν· σύνδειπνος δὲ κεφαλαλγὴς καὶ βαρὺς καὶ ἀνάγωγος παντὸς μὲν οἴνου καὶ ὄψου πάσης δὲ μουσουργοῦ χάριν ἀπόλλυσι 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-148a" n="148a"/> καὶ λυμαίνεται, καὶ οὐδʼ ἀπεμέσαι τὴν τοιαύτην ἀηδίαν ἕτοιμόν ἐστιν, ἀλλʼ ἐνίοις εἰς ἅπαντα τὸν βίον ἐμμένει τὸ πρὸς ἀλλήλους δυσάρεστον, ὥσπερ ἑωλοκρασία τις ὕβρεως ἢ ὀργῆς ἐν οἴνῳ γενομένης. ὅθεν ἄριστα Χίλων, καλούμενος ἐχθές, οὐ 
<milestone unit="tlnum" n="10"/> πρότερον ὡμολόγησεν ἢ πυθέσθαι τῶν κεκλημένων ἕκαστον. ἔφη γὰρ ὅτι σύμπλουν ἀγνώμονα δεῖ φέρειν καὶ σύσκηνον οἷς πλεῖν ἀνάγκη καὶ στρατεύεσθαι· τὸ δὲ συμπόταις ἑαυτὸν ὡς ἔτυχε καταμιγνύειν οὐ νοῦν ἔχοντος ἀνδρός ἐστιν. ὁ δʼ Αἰγύπτιος 
<milestone unit="tlnum" n="15"/> σκελετός, ὃν ἐπιεικῶς εἰσφέροντες εἰς τὰ συμπόσια προτίθενται καὶ παρακαλοῦσι μεμνῆσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-148b" n="148b"/> τάχα δὴ τοιούτους ἐσομένους, καίπερ ἄχαρις καὶ ἄωρος ἐπίκωμος ἥκων, ὅμως ἔχει τινὰ καιρόν, καὶ εἰ μὴ πρὸς τὸ πίνειν καὶ ἡδυπαθεῖν ἀλλὰ πρὸς 
<milestone unit="tlnum" n="20"/> φιλίαν καὶ ἀγάπησιν ἀλλήλων προτρέπεται, καὶ παρακαλεῖ τὸν βίον μὴ τῷ χρόνῳ βραχὺν ὄντα πράγμασι κακοῖς μακρὸν ποιεῖν.</q> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν ὁ 
<milestone unit="tlnum" n="25"/>Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν· ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπʼ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, 
<milestone unit="stephpage" xml:id="stephpage-148c" n="148c"/> ἀλλʼ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδʼ ὑπερορᾶν <pb xml:id="v.1.p.363"/> τοῦ Περιάνδρου τῆς φιλοτιμίας. τῶν δʼ ἄλλων τὸν ἀλειψάμενον ἢ λουσάμενον οἱ θεράποντες εἰσῆγον εἰς τὸν ἀνδρῶνα διὰ τῆς στοᾶς. ὁ δʼ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τὴν 
<milestone unit="tlnum" n="5"/> κόμην ταῖς χερσὶ διακρίνουσα. ταύτην ὁ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign> H</note> Θαλῆς ἐλευθεριώτατά πως αὐτῷ προσδραμοῦσαν ἐφίλησε καὶ γελάσας <q>οὕτως</q> ἔφη <q>ποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς ᾖ τὴν ὄψιν ἡμῖν μηδʼ ἄγριος.</q> ἐμοῦ δʼ ἐρομένου περὶ τῆς παιδὸς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-148d" n="148d"/> ἥτις εἴη, <q>τὴν σοφήν</q> ἔφη <q>καὶ περιβόητον ἀγνοεῖς Εὔμητιν; οὕτω γὰρ ταύτην ὁ πατὴρ αὐτός, οἱ δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι Κλεοβουλίνην.</q> Καὶ ὁ Νειλόξενος εἶπεν <q>ἦ που τὴν περὶ τὰ αἰνίγματα δεινότητα καὶ σοφίαν</q> ἔφη <q>τῆς κόρης ἐπαινεῖς· καὶ 
<milestone unit="tlnum" n="15"/> γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπʼ αὐτῆς διῖκται.</q> <q>οὐκ ἔγωγʼ</q> εἶπεν ὁ Θαλῆς· <q>τούτοις γὰρ ὥσπερ ἀστραγάλοις, ὅταν τύχῃ, παίζουσα χρῆται καὶ διαβάλλεται πρὸς τοὺς ἐντυχόντας. ἀλλὰ καὶ φρόνημα θαυμαστὸν καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ 
<milestone unit="tlnum" n="20"/> φιλάνθρωπον ἦθος, καὶ τὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον.</q> <q>εἶεν</q> ὁ Νειλόξενος 
<milestone unit="stephpage" xml:id="stephpage-148e" n="148e"/> ἔφη, <q>καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς· Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως;</q> <q>ὅτι</q> ἔφη 
<milestone unit="tlnum" n="25"/> <q>σώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, ᾧ χρῶνται Σκύθαι περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign>] <foreign xml:lang="grc">πρὸς</foreign> H</note> τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα <pb xml:id="v.1.p.364"/> καὶ φιλοφρονεῖσθαι, μανθάνουσάν τι καὶ προσδιαλεγομένην.</q> ἤδη δὲ πλησίον οὖσιν ἡμῖν τοῦ ἀνδρῶνος ἀπήντησεν Ἀλεξίδημος ὁ Μιλήσιος (ἦν δὲ Θρασυβούλου τοῦ τυράννου νόθος) καὶ ἐξῄει τεταραγμένος 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-148f" n="148f"/> καὶ σὺν ὀργῇ τινι πρὸς αὑτὸν οὐδὲν ἡμῖν γε σαφὲς διαλεγόμενος. ὡς δὲ τὸν Θαλῆν εἶδε, μικρὸν ἀνενεγκὼν καὶ καταστὰς <q>οἵαν ὕβριν</q> εἶπεν <q>εἰς ἡμᾶς Περίανδρος ὕβρικεν, ἐκπλεῦσαι μὲν οὐκ ἐάσας ὡρμημένον ἀλλὰ προσμεῖναι δεηθεὶς τῷ δείπνῳ, 
<milestone unit="tlnum" n="10"/> ἐλθόντι δὲ νέμων κλισίαν ἄτιμον, Αἰολεῖς δὲ καὶ νησιώτας (καὶ τίνας γὰρ οὐχί;) Θρασυβούλου προτιμῶν· Θρασύβουλον γὰρ ἐν ἐμοὶ τὸν πέμψαντα προπηλακίσαι βουλόμενος καὶ καταβαλεῖν ὡς δὴ 
<milestone unit="stephpage" xml:id="stephpage-149a" n="149a"/> περιορῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς δὴ περιορῶν</foreign> del. H</note> δῆλός ἐστιν.</q> <q>εἶτʼ</q> ἔφη <q>σὺ δέδιας μὴ 
<milestone unit="tlnum" n="15"/> καθάπερ Αἰγύπτιοι τοὺς ἀστέρας ὑψώματα καὶ ταπεινώματα λαμβάνοντας ἐν τοῖς τόποις οὓς διεξίασι γίγνεσθαι βελτίονας ἢ χείρονας ἑαυτῶν λέγουσιν, οὕτω<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὕτω</foreign> W: <foreign xml:lang="grc">οὕτως ἡ ζητοῦντες</foreign> R: <foreign xml:lang="grc">ζηλοῦντες</foreign> </note> περὶ σὲ διὰ τὸν τόπον ἀμαύρωσις ἢ ταπείνωσις γένηται; καὶ τοῦ Λάκωνος ἔσῃ φαυλότερος, ὃς 
<milestone unit="tlnum" n="20"/> ἐν χορῷ τινι κατασταθεὶς εἰς τὴν ἐσχάτην χώραν ὑπὸ τοῦ ἄρχοντος <q>εὖ γʼ</q> εἶπεν <q>ἐξεῦρες, ὡς καὶ αὐτὰ ἔντιμος γένηται.</q> οὐ καταλαβόντας</q> ἔφη <q>τόπον μετὰ τίνας κατακείμεθα δεῖ ζητεῖν, μᾶλλον δʼ ὅπως εὐάρμοστοι τοῖς συγκατακειμένοις ὦμεν, ἀρχὴν 
<milestone unit="tlnum" n="25"/> καὶ λαβὴν φιλίας εὐθὺς ἐν αὐτοῖς ζητοῦντες, μᾶλλον 
<milestone unit="stephpage" xml:id="stephpage-149b" n="149b"/> δʼ ἔχοντες τὸ μὴ δυσκολαίνειν ἀλλʼ ἐπαινεῖν ὅτι τοιούτοις συγκατεκλίθημεν· ὡς ὅ γε τόπῳ κλισίας <pb xml:id="v.1.p.365"/> δυσχεραίνων δυσχεραίνει τῷ συγκλίτῃ μᾶλλον ἢ τῷ κεκληκότι, καὶ πρὸς ἀμφοτέρους ἀπεχθάνεται</q> <q>λόγος</q> ἔφη <q>ταῦτʼ ἄλλως ἐστίν</q> Ἀλεξίδημος, ἔργῳ <q>δὲ καὶ τοὺς σοφοὺς ὑμᾶς ὁρῶ τὸ τιμᾶσθαι διώκοντας,</q> 
<milestone unit="tlnum" n="5"/> καὶ ἅμα παραμειψάμενος ἡμᾶς ἀπῆλθε. καὶ ὁ Θαλῆς πρὸς ἡμᾶς τὴν ἀτοπίαν τοῦ ἀνθρώπου θαυμάζοντας <q>ἔμπληκτος</q> ἔφη, <q>καὶ ἀλλόκοτος φύσει, ἐπεὶ καὶ μειράκιον ὢν ἔτι, μύρου σπουδαίου Θρασυβούλῳ κομισθέντος, εἰς ψυκτῆρα κατεράσας μέγαν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-149c" n="149c"/> καὶ προσεγχέας ἄκρατον ἐξέπιεν, ἔχθραν ἀντὶ φιλίας Θρασυβούλῳ διαπεπραγμένος.</q> ἐκ τούτου παρελθὼν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρελθὼν</foreign> idem: <foreign xml:lang="grc">περιελθών</foreign> </note> ὑπηρέτης <q>κελεύει σε Περίανδρος</q> ἔφη <q>καὶ Θαλῆν παραλαβόντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραλαβόντας</foreign> R: <foreign xml:lang="grc">παραλαβόντα</foreign> </note> τοῦτον ἐπισκέψασθαι τὸ κεκομισμένον ἀρτίως αὐτῷ πότερον ἄλλως γέγονεν ἤ τι σημεῖόν 
<milestone unit="tlnum" n="15"/> ἐστι καί τέρας· αὐτὸς μὲν γὰρ ἔοικε τεταράχθαι σφόδρα, μίασμα καὶ κηλῖδα τῆς θυσίας ἡγούμενος.</q> ἅμα δʼ ἀπῆγεν ἡμᾶς εἴς τι οἴκημα τῶν περὶ τὸν κῆπον. ἐνταῦθα νεανίσκος ὡς ἐφαίνετο νομευτικός, οὔπω γενειῶν ἄλλως τε τὸ εἶδος οὐκ ἀγεννής, ἀναπτύξας 
<milestone unit="tlnum" n="20"/> τινὰ διφθέραν ἔδειξεν ἡμῖν βρέφος ὡς ἔφη γεγονὸς ἐξ ἵππου, τὰ μὲν ἄνω μέχρι τοῦ τραχήλου 
<milestone unit="stephpage" xml:id="stephpage-149d" n="149d"/> καὶ τῶν χειρῶν ἀνθρωπόμορφον, τὰ λοιπὰ δʼ ἔχον ἵππου, τῇ δὲ φωνῇ καθάπερ τὰ νεογνὰ παιδάρια κλαυθμυριζόμενον. ὁ μὲν οὖν Νειλόξενος <q>Ἀλεξίκακε</q> 
<milestone unit="tlnum" n="25"/> εἰπών ἀπεστράφη τὴν ὄψιν, ὁ δὲ Θαλῆς προσέβλεπε τῷ νεανίσκῳ πολὺν χρόνον, εἶτα μειδιάσας (εἰώθει δʼ ἀεὶ παίζειν πρὸς ἐμὲ περὶ τῆς τέχνης) <pb xml:id="v.1.p.366"/> <q>ἦ που τὸν καθαρμὸν ὦ Διόκλεις</q> ἔφη <q>κινεῖν διανοῇ καὶ παρέχειν πράγματα τοῖς ἀποτροπαίοις, ὥς τινος δεινοῦ καὶ μεγάλου συμβάντος;</q> <q>τί δʼ</q> εἶπον <q>οὐ μέλλω; στάσεως γάρ, ὦ Θαλῆ, καὶ διαφορᾶς τὸ 
<milestone unit="tlnum" n="5"/> σημεῖόν ἐστι, καὶ δέδια μὴ μέχρι γάμου καὶ γενεᾶς ἐξίκηται, πρὶν ἢ τὸ πρῶτον ἐξιλάσασθαι μήνιμα, τῆς θεοῦ δεύτερον ὡς ὁρᾷς προφαινούσης.</q> πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-149e" n="149e"/> τοῦτο μηδὲν ἀποκρινάμενος ὁ Θαλῆς ἀλλὰ γελῶν ἀπηλλάττετο. καὶ τοῦ Περιάνδρου πρὸς ταῖς θύραις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταῖς θύραις</foreign> H: <foreign xml:lang="grc">τὰς θύρας</foreign> </note> ἀπαντήσαντος ἡμῖν καὶ διαπυθομένου περὶ ὧν εἴδομεν, 
<milestone unit="tlnum" n="10"/> ἀφεὶς ὁ Θαλῆς με καὶ λαβόμενος τῆς ἐκείνου χειρὸς ἔφη <q>ἅ μὲν Διοκλῆς κελεύει δράσεις καθʼ ἡσυχίαν· ἐγὼ δέ σοι παραινῶ νέοις οὕτω μὴ χρῆσθαι νομεῦσιν ἵππων, ἢ διδόναι γυναῖκας αὐτοῖς.</q> 
<milestone unit="tlnum" n="15"/> ἔδοξε μὲν οὖν μοι τῶν λόγων ἀκούσας ὁ Περίανδρος ἡσθῆναι σφόδρα· καὶ γὰρ ἐξεγέλασε καὶ τὸν Θαλῆν περιβαλὼν κατησπάσατο. κἀκεῖνος <q>οἶμαι δʼ</q> εἶπεν <q>ὦ Διόκλεις, καὶ πέρας εἶχε τὸ σημεῖον· ὁρᾷς 
<milestone unit="stephpage" xml:id="stephpage-149f" n="149f"/> γὰρ ἡλίκον κακὸν γέγονεν ἡμῖν, Ἀλεξιδήμου συνδειπνεῖν 
<milestone unit="tlnum" n="20"/> μὴ θελήσαντος.</q></p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἐπεὶ δʼ εἰσήλθομεν, ἤδη μεῖζον ὁ Θαλῆς φθεγξάμενος <q>ποῦ δʼ</q> εἶπεν <q>ὁ ἀνὴρ κατακλινάμενος ἐδυσχέρανεν;</q> ἀποδειχθείσης δὲ τῆς χώρας περιελθὼν ἐκεῖ κατέκλινεν ἑαυτὸν καὶ ἡμᾶς <q>ἀλλὰ κἂν ἐπριάμην</q> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-150a" n="150a"/> εἰπών <q>Ἀρδάλῳ κοινωνεῖν μιᾶς τραπέζης.</q> ἦν δὲ Τροιζήνιος ὁ Ἄρδαλος, αὐλῳδὸς καὶ ἱερεὺς τῶν Ἀρδαλίων Μουσῶν, ἃς ὁ παλαιὸς Ἄρδαλος ἱδρύσατο ὁ Τροιζήνιος. ὁ δʼ Αἴσωπος (ἐτύγχανε γὰρ ὑπὸ <pb xml:id="v.1.p.367"/> Κροίσου νεωστὶ πρός τε Περίανδρον ἅμα καὶ πρὸς τὸν θεὸν εἰς Δελφοὺς ἀπεσταλμένος, καὶ παρῆν ἐπὶ δίφρου τινὸς χαμαιζήλου παρὰ τὸν Σόλωνα καθήμενος ἄνω κατακείμενον) <q>ἡμίονος δʼ</q> ἔφη <q>Λυδὸς 
<milestone unit="tlnum" n="5"/> ἐν ποταμῷ τῆς ὄψεως ἑαυτοῦ κατιδὼν εἰκόνα καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος ὥρμησε θεῖν ὥσπερ ἵππος ἀναχαιτίσας. εἶτα μέντοι συμφρονήσας ὡς ὄνου υἱὸς εἴη, κατέπαυσε ταχὺ 
<milestone unit="stephpage" xml:id="stephpage-150b" n="150b"/> τὸν δρόμον καὶ ἀφῆκε τὸ φρύαγμα καὶ τὸν θυμόν</q> 
<milestone unit="tlnum" n="10"/> ὁ δὲ Χίλων λακωνίσας τῇ φωνῇ <q>καὶ τύνη</q> ἔφη , <q>βραδὺς καὶ τρέχεις τὸν ἡμίονον.</q> ἐκ τούτου παρῆλθε μὲν ἡ Μέλισσα καὶ κατεκλίθη παρὰ τὸν Περίανδρον, ἡ δʼ Εὔμητις ἐκάθισε παρὰ τὸ δεῖπνον. καὶ ὁ Θαλῆς ἐμὲ προσαγορεύσας ἐπάνω τοῦ Βίαντος 
<milestone unit="tlnum" n="15"/> κατακείμενον <q>τί οὐκ ἔφρασας</q> εἶπεν <q>ὦ Διόκλεις Βίαντι τὸν Ναυκρατίτην ξένον ἥκοντα μετὰ προβλημάτων βασιλικῶν αὖθις ἐπʼ αὐτόν, ὅπως νήφων καὶ προσέχων ἑαυτῷ τὸν λόγον δέχηται;</q> Καὶ ὁ Βίας <q>ἀλλʼ οὗτος μέν</q> ἔφη <q>πάλαι δεδίττεται ταῦτα παρακελευόμενος, 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-150c" n="150c"/> ἐγὼ δὲ τὸν Διόνυσον οἶδα τὰ τʼ ἄλλα δεινὸν ὄντα καὶ Λύσιον ἀπὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign> H: <foreign xml:lang="grc">ὑπὸ</foreign> </note> σοφίας προσαγορευόμενον, ὥστʼ οὐ δέδια τοῦ θεοῦ μεστὸς γενόμενος μὴ ἀθαρσέστερον ἀγωνίσωμαι</q> Τοιαῦτα μὲν ἐκεῖνοι πρὸς ἀλλήλους ἅμα δειπνοῦντες ἔπαιζον· ἐμοὶ δὲ τὸ 
<milestone unit="tlnum" n="25"/> δεῖπνον εὐτελέστερον ὁρῶντι τοῦ συνήθους ἐννοεῖν ἐπῄει πρὸς ἐμαυτὸν ὡς σοφῶν κἀγαθῶν ἀνδρῶν ὑποδοχὴ καὶ κλῆσις οὐδεμίαν προστίθησι δαπάνην ἀλλὰ συστέλλει μᾶλλον, ἀφαιροῦσα περιεργίας ὄψων <pb xml:id="v.1.p.368"/> καὶ μύρα ξενικὰ καὶ πέμματα καὶ πολυτελῶν οἴνων διαχύσεις, οἷς καθʼ ἡμέραν χρώμενος ἐπιεικῶς ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-150d" n="150d"/>Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ 
<milestone unit="tlnum" n="5"/> σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἐπεὶ δʼ ἐπήρθησαν αἱ τράπεζαι καὶ στεφάνων 
<milestone unit="tlnum" n="10"/> παρὰ τῆς Μελίσσης διαδοθέντων ἡμεῖς μὲν ἐσπείσαμεν ἡ δʼ αὐλητρὶς ἐπιφθεγξαμένη μικρὰ ταῖς σπονδαῖς ἐκ μέσου μετέστη, προσαγορεύσας τὸν Ἀνάχαρσιν ὁ Ἄρδαλος ἠρώτησεν εἰ παρὰ Σκύθαις αὐλητρίδες 
<milestone unit="stephpage" xml:id="stephpage-150e" n="150e"/> εἰσίν· ὁ δʼ ἐκ τοῦ προστυχόντος <q>οὐδʼ ἄμπελοι</q> 
<milestone unit="tlnum" n="15"/> εἶπε. τοῦ δʼ Ἀρδάλου πάλιν εἰπόντος <q>ἀλλὰ θεοὶ γε Σκύθαις εἰσί,</q> <q>πάνυ μὲν οὖν</q> ἔφη <q>γλώσσης ἀνθρωπίνης συνιέντες, οὐχ ὥσπερ δʼ οἱ Ἕλληνες οἰόμενοι Σκυθῶν διαλέγεσθαι βέλτιον ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύλων ἥδιον ἀκροᾶσθαι νομίζουσιν.</q> 
<milestone unit="tlnum" n="20"/> ὁ δʼ Αἴσωπος <q>εἴ γʼ</q> εἶπεν <q>εἰδείης, ὦ ξένε, τοὺς νῦν αὐλοποιοὺς ὡς προέμενοι τὰ νεβρεῖα χρώμενοι τοῖς ὀνείοις βέλτιον ἠχεῖν λέγουσιν. διὸ καὶ Κλεοβουλίνη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κλεοβουλίνη</foreign> W: <foreign xml:lang="grc">κλεόβουλον ἡ</foreign> </note> πρὸς τὸν Φρύγιον αὐλὸν ᾐνίξατο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἠνίξατο</foreign> idem: <foreign xml:lang="grc">ἤξατο</foreign> </note> 
<milestone unit="stephpage" xml:id="orgpage-150f" n="150f"/> <quote rend="blockquote"><l>κνήμῃ νεκρογόνοσαιμε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νεκρογόνοσαιμε</foreign>] <foreign xml:lang="grc">νεβρόγονός με</foreign> G. Hermannus. Fort. <foreign xml:lang="grc">νεκρὸς ὄνος με</foreign> </note> κερασφόρῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κερασφόρῳ</foreign>] fort. <foreign xml:lang="grc">γερασφόρῳ ἔκρουσεν</foreign> Hermannus: <foreign xml:lang="grc">ἐκτικρουσε</foreign> </note> οὖας ἔκρουσεν</l></quote> 
<milestone unit="tlnum" n="25"/> ὥστε θαυμάζειν τὸν ὄνον εἰ παχύτατος καὶ ἀμουσότατος ὢν τἄλλα λεπτότατον καὶ μουσικώτατον  <pb xml:id="v.1.p.369"/> ὀστέον παρέχεται.</q> Καὶ ὁ Νειλόξενος <q>ἀμέλει ταῦτʼ</q> ἔφη <q>καὶ ἡμῖν τοῖς Ναυκρατίταις ἐγκαλοῦσι Βουσιρῖται· χρώμεθα γὰρ ἤδη τοῖς ὀνείοις εἰς τὸν αὐλόν. ἐκείνοις δὲ καὶ σάλπιγγος ἀκούειν ἀθέμιτον, ὡς ὄνῳ 
<milestone unit="tlnum" n="5"/> φθεγγομένης ὅμοιον. ὄνον δʼ ὑπʼ Αἰγυπτίων ἴστε δήπου διὰ Τυφῶνα προπηλακιζόμενον.</q> </p></div></div></body></text></TEI>