<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent">τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ 
<milestone unit="tlnum" n="10"/> καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη· τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">οὐκ ὀρθῶς Ἡρόδοτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡρόδοτος</foreign>] I 8</note> εἶπεν ὅτι ἡ γυνὴ 
<milestone unit="tlnum" n="15"/> ἅμα τῷ χιτῶνι ἐκδύεται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">scr. vid. aut <foreign xml:lang="grc">συνεκδύεται</foreign> (cf. p. 37 d) aut <foreign xml:lang="grc" rend="single">ἐκδυομένῳ συνεκδύεται—</foreign> </note> καὶ τὴν αἰδῶ· τοὐναντίον γὰρ ἡ σώφρων ἀντενδύεται τὴν αἰδῶ, καὶ τοῦ μάλιστα φιλεῖν τῷ μάλιστα αἰδεῖσθαι συμβόλῳ χρῶνται πρὸς ἀλλήλους. </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">ὥσπερ ἂν φθόγγοι δύο σύμφωνοι ληφθῶσι, 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-139d" n="139d"/> τοῦ βαρυτέρου γίγνεται τὸ μέλος, οὕτω πᾶσα πρᾶξις ἐν οἰκίᾳ σωφρονούσῃ πράττεται μὲν ὑπʼ ἀμφοτέρων ὁμονοούντων, ἐπιφαίνει δὲ τὴν τοῦ ἀνδρὸς ἡγεμονίαν καὶ προαίρεσιν. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. ὁ γὰρ ἄνθρωπος 
<milestone unit="tlnum" n="25"/> τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δʼ ἡλίου μετὰ τὸ <pb xml:id="v.1.p.341"/> πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες· ἀφαιρουμένοις 
<milestone unit="stephpage" xml:id="stephpage-139e" n="139e"/> τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν 
<milestone unit="tlnum" n="5"/> διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν. </p></div></div></body></text></TEI>