τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη· τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος οὐκ ὀρθῶς Ἡρόδοτος Ἡρόδοτος ] I 8 εἶπεν ὅτι ἡ γυνὴ ἅμα τῷ χιτῶνι ἐκδύεται scr. vid. aut συνεκδύεται (cf. p. 37 d) aut ἐκδυομένῳ συνεκδύεται— καὶ τὴν αἰδῶ· τοὐναντίον γὰρ ἡ σώφρων ἀντενδύεται τὴν αἰδῶ, καὶ τοῦ μάλιστα φιλεῖν τῷ μάλιστα αἰδεῖσθαι συμβόλῳ χρῶνται πρὸς ἀλλήλους. ὥσπερ ἂν φθόγγοι δύο σύμφωνοι ληφθῶσι, τοῦ βαρυτέρου γίγνεται τὸ μέλος, οὕτω πᾶσα πρᾶξις ἐν οἰκίᾳ σωφρονούσῃ πράττεται μὲν ὑπʼ ἀμφοτέρων ὁμονοούντων, ἐπιφαίνει δὲ τὴν τοῦ ἀνδρὸς ἡγεμονίαν καὶ προαίρεσιν. ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. ὁ γὰρ ἄνθρωπος τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δʼ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες· ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν.