<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἡ διὰ τῶν φαρμάκων θήρα ταχὺ μὲν αἱρεῖ καὶ λαμβάνει ῥᾳδίως τὸν ἰχθύν, ἄβρωτον δὲ ποιεῖ καὶ φαῦλον· οὕτως αἱ φίλτρα τινὰ καὶ γοητείας ἐπιτεχνώμεναι τοῖς ἀνδράσι καὶ χειρούμεναι διʼ ἡδονῆς 
<milestone unit="tlnum" n="15"/> αὐτοὺς ἐμπλήκτοις καὶ ἀνοήτοις, καὶ διεφθαρμένοις συμβιοῦσιν. οὐδὲ γὰρ τὴν Κίρκην ὤνησαν οἱ καταφαρμακευθέντες, οὐδʼ ἐχρήσατο πρὸς οὐδὲν αὐτοῖς ὑσὶ καὶ ὄνοις γενομένοις, τὸν δʼ Ὀδυσσέα νοῦν ἔχοντα καὶ συνόντα φρονίμως ὑπερηγάπησεν. 
<milestone unit="tlnum" n="20"/> </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">αἱ βουλόμεναι μᾶλλον ἀνοήτων κρατεῖν ἀνδρῶν ἢ φρονίμων ἀκούειν ἐοίκασι τοῖς ἐν ὁδῷ βουλομένοις μᾶλλον ὁδηγεῖν τυφλοὺς; ἢ τοῖς γιγνώσκουσιν ἀκολουθεῖν καὶ βλέπουσι. 
<milestone unit="stephpage" xml:id="stephpage-139b" n="139b"/> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">τὴν Πασιφάην ἀπιστοῦσι βοὸς ἐρασθῆναι 
<milestone unit="tlnum" n="25"/> βασιλεῖ συνοῦσαν, ἐνίας ὁρῶσαι τοὺς μὲν αὐστηροὺς καὶ σώφρονας βαρυνομένας, τοῖς δʼ ἐξ ἀκρασίας καὶ φιληδονίας κεκραμένοις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κεκρατημένοις</foreign> Coraes</note> ὥσπερ κυσὶν ἢ τράγοις ἥδιον συνούσας. <pb xml:id="v.1.p.340"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="ident">οἱ τοῖς ἵπποις ἐφάλλεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν αὐτοὺς ἐκείνους ὀκλάζειν καὶ ὑποπίπτειν διδάσκουσιν οὕτως ἔνιοι τῶν λαβόντων εὐγενεῖς ἢ πλουσίας γυναῖκας οὐχ ἑαυτοὺς 
<milestone unit="tlnum" n="5"/> ποιοῦσι βελτίους ἀλλʼ ἐκείνας περικολούουσιν , ὡς μᾶλλον ἄρξοντες ταπεινῶν γενομένων· δεῖ δʼ ὥσπερ ἵππου τὸ μέγεθος φυλάττοντα καὶ τὸ ἀξίωμα τῆς γυναικὸς χρῆσθαι τῷ χαλινῷ 
<milestone unit="stephpage" xml:id="stephpage-139c" n="139c"/> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ 
<milestone unit="tlnum" n="10"/> καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη· τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος </p></div></div></body></text></TEI>