τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δʼ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν. αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν. ὀρθῶς ὁ Εὐριπίδης Εὐριπίδης ] Med. 190 αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρʼ οἶνον· ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας. νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται καὶ διαφορᾷ, χωρὶς ἀναπαυομένους καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην. ὥς που καὶ ὁ ποιητὴς ὁ ποιητὴς ] Ξ 206. 209 διδάσκει, τὴν Ἥραν ποιῶν λέγουσαν καὶ σφʼ ἄκριτα νείκεα λύσω εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ συναναπαύεσθαι καὶ συγκαθεύδειν. ἡ μὲν γὰρ ὠδίνουσα καὶ καὶ del Madvigius δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε πῶς δʼ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον; ἃς δʼ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι. ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν Eurip. Andr. 930 τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου. λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν τί οὖν, ἂν καὶ ἂν καὶ ] ἂν H κακῶς ποιῶμεν αὐτούς; ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν , τί οὖν , ἂν φαίης, ἂν φαίης addidi ἂν καὶ ἂν καὶ ] ἂν H μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;