<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="30"><p rend="indent">ταῖς Αἰγυπτίαις ὑποδήμασι χρῆσθαι πάτριον οὐκ ἦν, ὅπως ἐν οἴκῳ διημερεύωσι. τῶν δὲ <pb xml:id="v.1.p.348"/> πλείστων γυναικῶν ἂν ὑποδήματα διάχρυσα περιέλῃς καὶ ψέλλια καὶ περισκελίδας καὶ πορφύραν καὶ μαργαρίτας, ἔνδον μένουσιν.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μενοῦσιν</foreign> Duebnerus: <foreign xml:lang="grc">μένουσιν</foreign> </note> </p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη 
<milestone unit="tlnum" n="5"/> τὸ ἱμάτιον. εἰπόντος δέ τινος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰπόντος δέ τινος</foreign> Stobaeus Floril. LXXIV 49: <foreign xml:lang="grc">τινὸς δ’ εἰπόντος</foreign> </note> <q>καλὸς ὁ πῆχυς</q>, <q>ἀλλʼ οὐ δημόσιος</q> ἔφη. δεῖ δὲ μὴ μόνον τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-142d" n="142d"/> πῆχυν ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">σώφρονος</foreign> lacunam signavit H</note> καὶ τὴν φωνὴν ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάσσεσθαι πρὸς τοὺς ἐκτός· ἐνορᾶται γὰρ 
<milestone unit="tlnum" n="10"/> αὐτῇ καὶ πάθος καὶ ἦθος καὶ διάθεσις λαλούσης. </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">τὴν Ἠλείων ὁ Φειδίας Ἀφροδίτην ἐποίησε χελώνην πατοῦσαν, οἰκουρίας σύμβολον ταῖς γυναιξὶ καὶ σιωπῆς. δεῖ γὰρ ἢ πρὸς τὸν ἄνδρα λαλεῖν ἢ διὰ τοῦ ἀνδρός, μὴ δυσχεραίνουσαν εἰ διʼ ἀλλοτρίας 
<milestone unit="tlnum" n="15"/> γλώσσης ὥσπερ αὐλητὴς φθέγγεται σεμνότερον. </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">οἱ πλούσιοι καὶ οἱ βασιλεῖς τιμῶντες τοὺς φιλοσόφους αὑτούς τε, κοσμοῦσι κἀκείνους, οἱ δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-142e" n="142e"/> φιλόσοφοι τοὺς πλουσίους θεραπεύοντες οὐκ ἐκείνους ποιοῦσιν ἐνδόξους ἀλλʼ αὑτοὺς ἀδοξοτέρους. 
<milestone unit="tlnum" n="20"/> τοῦτο συμβαίνει καὶ περὶ τὰς γυναῖκας. ὑποτάττουσαι μὲν γὰρ ἑαυτὰς τοῖς ἀνδράσιν ἐπαινοῦνται, κρατεῖν δὲ βουλόμεναι μᾶλλον τῶν κρατουμένων ἀσχημονοῦσι. κρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος, 
<milestone unit="tlnum" n="25"/> συμπαθοῦντα καὶ συμπεφυκότα τῇ εὐνοίᾳ δίκαιόν ἐστιν. ὥσπερ οὖν σώματος ἔστι κήδεσθαι μὴ <pb xml:id="v.1.p.349"/> δουλεύοντα ταῖς ἡδοναῖς αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, οὕτω γυναικὸς ἄρχειν εὐφραίνοντα καὶ χαριζόμενον. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων 
<milestone unit="stephpage" xml:id="stephpage-142f" n="142f"/> λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, 
<milestone unit="tlnum" n="5"/> τὰ δʼ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δʼ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον. σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ 
<milestone unit="tlnum" n="10"/> τῶν οὐ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐ</foreign> Madvigius</note> συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις οὐ συμβιοῦν νομίσειε. δεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-143a" n="143a"/> τὴν κρᾶσιν, οὕτω τῶν γαμούντων καὶ σώματα καὶ χρήματα καὶ φίλους καὶ οἰκείους ἀναμιχθῆναι 
<milestone unit="tlnum" n="15"/> διʼ ἀλλήλων. καὶ γὰρ ὁ Ῥωμαῖος νομοθέτης ἐκώλυσε δῶρα διδόναι καὶ λαμβάνειν παρʼ ἀλλήλων τοὺς γεγαμηκότας, οὐχ ἵνα μηδενὸς μεταλαμβάνωσιν, ἀλλʼ ἵνα πάντα κοινὰ νομίζωσιν, </p></div></div></body></text></TEI>