<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="25"><p rend="indent">ὁ Σωκράτης ἐκέλευε τῶν ἐσοπτριζομένων 
<milestone unit="tlnum" n="25"/> νεανίσκων τοὺς μὲν αἰσχροὺς ἐπανορθοῦσθαι τῇ ἀρετῇ, τοὺς δὲ καλοὺς μὴ καταισχύνειν τῇ κακίᾳ τὸ εἶδος. καλὸν οὖν καὶ τὴν οἰκοδέσποιναν, ὅταν ἐν ταῖς χερσὶν ἔχῃ τὸ ἔσοπτρον, αὐτὴν ἐν ἑαυτῇ διαλαλεῖν, τὴν μὲν αἰσχρὰν <q>τί οὖν, ἂν μὴ σώφρων <pb xml:id="v.1.p.346"/> γένωμαι;</q>  τὴν δὲ καλὴν τί <q>οὖν, ἂν καὶ σώφρων γένωμαι;</q> τῇ γὰρ αἰσχρᾷ σεμνότερον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σεμνότερον</foreign> scripsi: <foreign xml:lang="grc">σεμνὸν</foreign> </note> εἰ φιλεῖται διὰ τὸ ἦθος ἢ τὸ κάλλος. </p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ 
<milestone unit="tlnum" n="5"/>Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν 
<milestone unit="stephpage" xml:id="stephpage-141e" n="141e"/> ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών <q>ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.</q> πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Bauck. p. 249</note> τοῦτʼ εἶπεν 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλʼ ἀκοσμία </l><l>φαίνοιτʼ ἂν εἶναι σῶν τε μαργότης φρενῶν</l></quote> <q>κόσμος γάρ ἐστιν,</q> ὡς ἔλεγε Κράτης, <q>τὸ κοσμοῦν</q> κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν. ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε 
<milestone unit="tlnum" n="15"/> κόκκος, ἀλλʼ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν. </p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">οἱ τῇ γαμηλίᾳ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ 
<milestone unit="stephpage" xml:id="stephpage-141f" n="141f"/> συγκαθαγίζουσι τοῖς ἄλλοις ἱεροῖς, ἀλλʼ ἐξελόντες ἔρριψαν παρὰ τὸν βωμόν, αἰνιττομένου τοῦ νομοθέτου 
<milestone unit="tlnum" n="20"/> τὸ μηδέποτε δεῖν χολὴν μηδʼ ὀργὴν γάμῳ παρεῖναι. δεῖ γὰρ εἶναι τῆς οἰκοδεσποίνης ὥσπερ οἴνου τὸ αὐστηρὸν ὠφέλιμον καὶ ἡδύ, μὴ πικρὸν ὥσπερ ἀλόης μηδὲ φαρμακῶδες </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος 
<milestone unit="tlnum" n="25"/> ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν. οἶμαι δὴ καὶ τῇ σώφρονι μάλιστα 
<milestone unit="stephpage" xml:id="stephpage-142a" n="142a"/> δεῖν πρὸς τὸν ἄνδρα χαρίτων, ἵνʼ, ὡς ἔλεγε <pb xml:id="v.1.p.347"/> Μητρόδωρος, <q>ἡδέως συνοικῇ καὶ μὴ ὀργιζομένη ὅτι σωφρονεῖ</q> δεῖ γὰρ μήτε τὴν εὐτελῆ καθαριότητος ἀμελεῖν μήτε τὴν φίλανδρον φιλοφροσύνης ποιεῖ γὰρ ἡ χαλεπότης ἀηδῆ τὴν εὐταξίαν τῆς γυναικός 
<milestone unit="tlnum" n="5"/> ὥσπερ ἡ ῥυπαρία τὴν ἀφέλειαν, </p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">ἡ φοβουμένη γελάσαι πρὸς τὸν ἄνδρα καὶ παῖξαί<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παῖξαι</foreign> W: <foreign xml:lang="grc">πρᾶξαι</foreign> </note> τι , μὴ φανῇ θρασεῖα καὶ ἀκόλαστος, οὐδὲν διαφέρει τῆς ἵνα μὴ δοκῇ μυρίζεσθαι τὴν κεφαλὴν μηδʼ ἀλειφομένης, καὶ ἵνα μὴ φυκοῦσθαι τὸ πρόσωπον 
<milestone unit="tlnum" n="10"/> νιπτομένης;. ὁρῶμεν δὲ καὶ ποιητὰς καὶ ῥήτορας, ὅσοι φεύγουσι τὸ περὶ τὴν λέξιν ὀχλικὸν 
<milestone unit="stephpage" xml:id="stephpage-142b" n="142b"/> καὶ ἀνελεύθερον καὶ κακόζηλον, τοῖς πράγμασι καὶ ταῖς οἰκονομίαις καὶ τοῖς ἤθεσιν ἄγειν καὶ κινεῖν τὸν ἀκροατὴν φιλοτεχνοῦντας. διὸ δεῖ καὶ τὴν οἰκοδέσποιναν 
<milestone unit="tlnum" n="15"/> ὅτι πᾶν τὸ περιττὸν καὶ ἑταιρικὸν καὶ πανηγυρικόν, εὖ ποιοῦσα, φεύγει καὶ παραιτεῖται, μᾶλλον φιλοτεχνεῖν ἐν ταῖς ἠθικαῖς καὶ βιωτικαῖς χάρισι πρὸς τὸν ἄνδρα, τῷ καλῷ μεθʼ ἡδονῆς συνεθίζουσαν αὐτόν; ἂν δʼ ἄρα φύσει τις αὐστηρὰ καὶ 
<milestone unit="tlnum" n="20"/> ἄκρατος γένηται καὶ ἀνήδυντος, εὐγνωμονεῖν δεῖ τὸν ἄνδρα, καὶ καθάπερ ὁ Φωκίων, τοῦ Ἀντιπάτρου πρᾶξιν αὐτῷ προστάττοντος οὐ καλὴν οὐδὲ πρέπουσαν, 
<milestone unit="stephpage" xml:id="stephpage-142c" n="142c"/> εἶπεν <q>οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,</q> οὕτω λογίζεσθαι περὶ τῆς σώφρονος καὶ 
<milestone unit="tlnum" n="25"/> αὐστηρᾶς γυναικὸς <q>οὐ δύναμαι αὐτῇ καὶ ὡς γαμετῇ καὶ ὡς ἑταίρᾳ συνεῖναι</q> </p></div></div></body></text></TEI>