<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">φιλόπλουτος ἡ Ἑλένη, φιλήδονος ὁ Πάρις· φρόνιμος ὁ Ὀδυσσεύς, σώφρων ἡ Πηνελόπη. διὰ τοῦτο μακάριος γάμος ὁ τούτων καὶ ζηλωτός, ὁ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-141a" n="141a"/> δʼ ἐκείνων Ἰλιάδα κακῶν Ἕλλησι καὶ βαρβάροις ἐποίησεν. </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">ὁ Ῥωμαῖος ὑπὸ τῶν φίλων νουθετούμενος ὅτι σώφρονα γυναῖκα καὶ πλουσίαν καὶ ὡραίαν ἀπεπέμψατο, τὸν κάλτιον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κάλτιον</foreign> impressi: <foreign xml:lang="grc">κάλπιον</foreign> </note> αὐτοῖς προτείνας; <q>καὶ γὰρ 
<milestone unit="tlnum" n="20"/> οὗτος</q> ἔφη <q>καλὸς ἰδεῖν καὶ καινός, ἀλλʼ οὐδεὶς οἶδεν ὅπου με θλίβει.</q> δεῖ τοίνυν μὴ προικὶ μηδὲ γένει μηδὲ κάλλει τὴν γυναῖκα πιστεύειν, ἀλλʼ ἐν οἷς ἅπτεται μάλιστα τοῦ ἀνδρός, ὁμιλίᾳ τε καὶ ἤθει καὶ συμπεριφορᾷ, ταῦτα μὴ σκληρὰ μηδʼ ἀνιῶντα 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-141b" n="141b"/> καθʼ ἡμέραν ἀλλʼ εὐάρμοστα καὶ ἄλυπα καὶ προσφιλῆ παρέχειν. ὥσπερ γὰρ οἱ ἰατροὶ τοὺς ἐξ αἰτιῶν ἀδήλων καὶ κατὰ μικρὸν συλλεγομένων γεννωμένους <pb xml:id="v.1.p.345"/> πυρετοὺς μᾶλλον δεδοίκασιν ἢ τοὺς ἐμφανεῖς καὶ μεγάλας προφάσεις ἔχοντας, οὕτω τὰ λανθάνοντα τοὺς πολλοὺς μικρὰ καὶ συνεχῆ καὶ καθημερινὰ προσκρούματα γυναικὸς καὶ ἀνδρὸς μᾶλλον διίστησι 
<milestone unit="tlnum" n="5"/> καὶ λυμαίνεται τὴν συμβίωσιν. </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">ὁ βασιλεὺς Φίλιππος ἤρα Θεσσαλῆς γυναικὸς αἰτίαν ἐχούσης καταφαρμακεύειν αὐτόν. ἐσπούδασεν οὖν ἡ Ὀλυμπιὰς λαβεῖν τὴν ἄνθρωπον ὑποχείριον. ὡς δʼ εἰς ὄψιν ἐλθοῦσα τὸ τʼ εἶδος εὐπρεπὴς ἐφάνη 
<milestone unit="tlnum" n="10"/> καὶ διελέχθη πρὸς αὐτὴν οὐκ ἀγεννῶς οὐδʼ ἀσυνέτως, 
<milestone unit="stephpage" xml:id="stephpage-141c" n="141c"/> <q>χαιρέτωσαν</q> εἶπεν ἡ Ὀλυμπιάς <q>αἱ διαβολαί σὺ γὰρ ἐν σεαυτῇ τὰ φάρμακα ἔχεις.</q> ἄμαχον οὖν τι γίγνεται πρᾶγμα γαμετὴ γυνὴ καὶ νόμιμος, ἂν ἐν αὑτῇ πάντα θεμένη, καὶ προῖκα καὶ γένος καὶ 
<milestone unit="tlnum" n="15"/> φάρμακα καὶ τὸν κεστὸν αὐτόν, ἤθει καὶ ἀρετῇ κατεργάσηται τὴν εὔνοιαν. </p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">πάλιν ἡ Ὀλυμπιάς, αὐλικοῦ τινος νεανίσκου γήμαντος εὐπρεπῆ γυναῖκα κακῶς ἀκούουσαν, <q>οὗτος</q> εἶπεν <q>οὐκ ἔχει λογισμόν· οὐ γὰρ ἂν τοῖς 
<milestone unit="tlnum" n="20"/> ὀφθαλμοῖς ἔγημε</q> δεῖ δὲ μὴ τοῖς ὄμμασι γαμεῖν δὲ τοῖς δακτύλοις, ὥσπερ ἔνιοι ψηφίσαντες πόσα 
<milestone unit="stephpage" xml:id="stephpage-141d" n="141d"/> φέρουσαν λαμβάνουσιν, οὐ κρίναντες πῶς συμβιωσομένην. </p></div></div></body></text></TEI>