οἱ φιλόμουσοι τῶν βασιλέων πολλοὺς μουσικοὺς ποιοῦσιν, οἱ φιλόλογοι λογίους, οἱ φιλαθληταὶ γυμναστικούς. οὕτως ἀνὴρ φιλοσώματος καλλωπίστριαν γυναῖκα ποιεῖ, φιλήδονος ἑταιρικὴν καὶ ἀκόλαστον, φιλάγαθος καὶ φιλόκαλος σώφρονα καὶ κοσμίαν. Λάκαινα παιδίσκη, πυνθανομένου τινὸς εἰ ἤδη ἀνδρὶ προσελήλυθεν οὐκ ἔγωγʼ εἶπεν ἀλλʼ ἐμοὶ ἐκεῖνος. οὗτος ὁ τρόπος, οἶμαι, τῆς οἰκοδεσποίνης, μήτε φεύγειν μήτε δυσχεραίνειν τὰ τοιαῦτα τοῦ ἀνδρὸς ἀρχομένου μήτε αὐτὴν κατάρχεσθαι· τὸ μὲν γὰρ ἑταιρικὸν καὶ ἰταμόν, τὸ δʼ ὑπερήφανον καὶ ἀφιλόστοργον. ἰδίους οὐ δεῖ φίλους κτᾶσθαι τὴν γυναῖκα, κοινοῖς δὲ χρῆσθαι τοῖς τοῦ ἀνδρός· οἱ δὲ θεοὶ φίλοι πρῶτοι καὶ μέγιστοι. διὸ καὶ θεοὺς οὓς ὁ ἀνὴρ νομίζει σέβεσθαι τῇ γαμετῇ καὶ γιγνώσκειν μόνους προσήκει, περιέργοις δὲ θρησκείαις καὶ ξέναις δεισιδαιμονίαις ἀποκεκλεῖσθαι τὴν αὔλειον, οὐδενὶ γὰρ θεῶν ἱερὰ κλεπτόμενα καὶ λανθάνοντα δρᾶται κεχαρισμένως ὑπὸ γυναικός. ὁ Πλάτων Πλάτων ] Rep. p. 462 c φησὶν εὐδαίμονα καὶ μακαρίαν εἶναι πόλιν, ἐν τὸ ἐμὸν καὶ τὸ καὶ τὸ Stobaeus Floril. LXXIV 43: καὶ οὐκ ἐμὸν ἥκιστα φθεγγομένων ἀκούουσι διὰ τὸ κοινοῖς ὡς ἔνι μάλιστα χρῆσθαι τοῖς ἀξίοις σπουδῆς τοὺς πολίτας, πολὺ δὲ μᾶλλον ἐκ γάμου δεῖ τὴν τοιαύτην φωνὴν ἀνῃρῆσθαι. πλὴν ὥσπερ οἱ ἰατροὶ λέγουσι τὰς τῶν εὐωνύμων πληγὰς τὴν αἴσθησιν ἐν τοῖς δεξιοῖς ἀναφέρειν, οὕτω τὴν γυναῖκα τοῖς τοῦ ἀνδρὸς συμπαθεῖν καλὸν καλὸν W: μᾶλλον καὶ τὸν ἄνδρα τοῖς τῆς γυναικός, ἵνʼ ὥσπερ οἱ δεσμοὶ κατὰ τὴν ἐπάλλαξιν ἰσχὺν διʼ ἀλλήλων λαμβάνουσιν, οὕτως ἑκατέρου τὴν εὔνοιαν ἀντίστροφον ἀποδιδόντος ἡ κοινωνία σῴζηται διʼ ἀμφοῖν. καὶ γὰρ ἡ φύσις μίγνυσι διὰ τῶν σωμάτων τῶν ἡμᾶς, ἵνʼ ἐξ ἑκατέρων μέρος λαβοῦσα καὶ συγχέασα κοινὸν ἀμφοτέροις ἀποδῷ τὸ γεννώμενον, ὥστε μηδέτερον διορίσαι μηδὲ διακρῖναι τὸ ἴδιον ἢ τὸ ἀλλότριον. τοιαύτη τοιαύτη Stegmannus: αὕτη τοίνυν καὶ χρημάτων κοινωνία προσήκει μάλιστα τοῖς γαμοῦσιν εἰς μίαν οὐσίαν πάντα καταχεαμένοις καὶ ἀναμίξασι μὴ τὸ μέρος ἴδιον καὶ τὸ μέρος ἀλλότριον ἀλλὰ πᾶν ἴδιον ἡγεῖσθαι καὶ μηδὲν ἀλλότριον. ὥσπερ γὰρ γὰρ H τὸ κρᾶμα καίτοι ὕδατος μετέχον πλείονος οἶνον καλοῦμεν, οὕτω τὴν οὐσίαν δεῖ καὶ τὸν οἶκον τοῦ ἀνδρὸς λέγεσθαι, κἂν ἡ γυνὴ πλείονα συμβάλληται.