<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. ὁ γὰρ ἄνθρωπος 
<milestone unit="tlnum" n="25"/> τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δʼ ἡλίου μετὰ τὸ <pb xml:id="v.1.p.341"/> πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες· ἀφαιρουμένοις 
<milestone unit="stephpage" xml:id="stephpage-139e" n="139e"/> τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν 
<milestone unit="tlnum" n="5"/> διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν. </p></div></div></body></text></TEI>