<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="0"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-138b" n="138b"/> μετὰ τὸν πάτριον θεσμόν, ὃν ὑμῖν ἡ τῆς Δήμητρος ἱέρεια συνειργνυμένοις ἐφήρμοσεν, οἶμαι καὶ τὸν λόγον ὁμοῦ συνεφαπτόμενον ὑμῶν καὶ συνυμεναιοῦντα χρήσιμον ἄν τι ποιῆσαι καὶ τῷ νόμῳ 
<milestone unit="tlnum" n="5"/> προσῳδόν. ἐν μὲν γὰρ τοῖς μουσικοῖς ἕνα τῶν αὐλητικῶν νόμων ἱππόθορον ἐκάλουν, μέλος τι τοῖς ἵπποις ὁρμῆς ἐπεγερτικὸν ὡς ἔοικεν ἐνδιδόντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνδιδόντα</foreign>] <foreign xml:lang="grc">ἐπᾴδοντες</foreign> Sauppius</note> πρὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign> R: <foreign xml:lang="grc">περὶ</foreign> </note> 
<milestone unit="stephpage" xml:id="stephpage-138c" n="138c"/> τὰς ὀχείας· φιλοσοφίᾳ δὲ πολλῶν λόγων καὶ καλῶν 
<milestone unit="tlnum" n="10"/> ἐνόντων, οὐδενὸς ἧττον ἄξιος σπουδῆς ὁ γαμήλιός ἐστιν οὗτος, ᾧ κατᾴδουσα τοὺς ἐπὶ βίου κοινωνίᾳ συνιόντας εἰς ταὐτὸ πράους τε παρέχει καὶ χειροήθεις ἀλλήλοις. ὧν οὖν ἀκηκόατε πολλάκις ἐν φιλοσοφίᾳ παρατρεφόμενοι κεφάλαια συντάξας ἔν τισιν ὁμοιότησι βραχείαις, ὡς εὐμνημόνευτα μᾶλλον εἴη, κοινὸν ἀμφοτέροις πέμπω δῶρον, εὐχόμενος τῇ Ἀφροδίτῃ τὰς Μούσας παρεῖναι καὶ συνεργεῖν, ὡς μήτε λύραν τινὰ μήτε κιθάραν μᾶλλον αὐταῖς ἢ τὴν περὶ γάμον καὶ οἶκον ἐμμέλειαν ἡρμοσμένην παρέχειν <pb xml:id="v.1.p.338"/> διὰ λόγου καὶ ἁρμονίας· καὶ φιλοσοφίας προσῆκον. καὶ γὰρ οἱ παλαιοὶ τῇ Ἀφροδίτῃ τὸν Ἑρμῆν συγκαθίδρυσαν, ὡς τῆς περὶ τὸν γάμον ἡδονῆς μάλιστα 
<milestone unit="stephpage" xml:id="stephpage-138d" n="138d"/> λόγου δεομένης, τήν τε Πειθὼ καὶ τὰς Χάριτας, ἵνα 
<milestone unit="tlnum" n="5"/> πείθοντες διαπράττωνται παρʼ ἀλλήλων ἃ βούλονται, μὴ μαχόμενοι μηδὲ φιλονεικοῦντες.</p></div><div type="textpart" subtype="section" n="1"><p rend="indent">ὁ Σόλων ἐκέλευε τὴν νύμφην τῷ νυμφίῳ συγκατακλίνεσθαι μήλου κυδωνίου κατατραγοῦσαν αἰνιττόμενος ἔοικεν ὅτι δεῖ τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign>] <foreign xml:lang="grc">τὴν πρώτην</foreign> H</note> ἀπὸ στόματος καὶ 
<milestone unit="tlnum" n="10"/> φωνῆς χάριν εὐάρμοστον εἶναι πρῶτον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρῶτον</foreign>] del. H</note> καὶ ἡδεῖαν. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐν Βοιωτίᾳ τὴν νύμφην κατακαλύψαντες ἀσφαραγωνιᾷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀσφαραγίᾳ</foreign>?</note> στεφανοῦσιν ἐκείνη τε γὰρ ἥδιστον ἐκ τραχυτάτης ἀκάνθης καρπὸν ἀναδίδωσιν, ἥ τε νύμφη τῷ μὴ φυγόντι μηδὲ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδὲ</foreign> Sauppius: <foreign xml:lang="grc">μήτε</foreign> </note> δυσχεράναντι τὴν πρώτην 
<milestone unit="tlnum" n="15"/> χαλεπότητα , καὶ ἀηδίαν αὐτῆς ἥμερον καὶ γλυκεῖαν 
<milestone unit="stephpage" xml:id="stephpage-138e" n="138e"/> παρέξει συμβίωσιν. οἱ δὲ τὰς πρώτας τῶν παρθένων διαφορὰς μὴ ὑπομείναντες οὐδὲν ἀπολείπουσι τῶν διὰ τὸν ὄμφακα τὴν σταφυλὴν ἑτέροις προϊεμένων. πολλαὶ δὲ καὶ τῶν νεογάμων δυσχεράνασαι 
<milestone unit="tlnum" n="20"/> διὰ τὰ πρῶτα τοὺς νυμφίους; ὅμοιον ἔπαθον πάθος τοῖς τὴν μὲν πληγὴν τῆς μελίττης ὑπομείνασι, τὸ δὲ κηρίον προεμένοις. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας 
<milestone unit="tlnum" n="25"/> ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατʼ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται <pb xml:id="v.1.p.339"/> προφάσεως 
<milestone unit="stephpage" xml:id="stephpage-138f" n="138f"/> , χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ὥσπερ τὸ πῦρ ἐξάπτεται μὲν εὐχερῶς ἐν ἀχύροις καὶ θρυαλλίδι καὶ θριξὶ λαγῴαις, σβέννυται 
<milestone unit="tlnum" n="5"/> δὲ τάχιον ἂν μή τινος· ἑτέρου δυναμένου στέγειν ἅμα καὶ τρέφειν ἐπιλάβηται, οὓτω τὸν ἀπὸ σώματος καὶ ὥρας ὀξὺν ἔρωτα τῶν νεογάμων ἀναφλεγόμενον δεῖ μὴ διαρκῆ μηδὲ βέβαιον νομίζειν, ἂν μὴ περὶ τὸ ἦθος ἱδρυθεὶς καὶ τοῦ φρονοῦντος ἁψάμενος 
<milestone unit="tlnum" n="10"/> ἔμψυχον λάβῃ διάθεσιν. 
<milestone unit="stephpage" xml:id="stephpage-139a" n="139a"/> </p></div></div></body></text></TEI>