<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="8"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφʼ ἑαυτοῦ τῆς ἐγκρατείας 
<milestone unit="tlnum" n="25"/> οἷόν ἐστι, δεικνύοντας· ὁ δὲ νῦν λόγος ὑπὲρ πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ <pb xml:id="v.1.p.309"/> πράξεις οὔτʼ ἐλπίδας οὔτʼ ἀποδημίας οὔτε διαγωγὰς αἱ νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-126c" n="126c"/> διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι. καὶ 
<milestone unit="tlnum" n="5"/> γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδʼ ὅλως γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον πολλῷ 
<milestone unit="tlnum" n="10"/> τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ γὰρ ἐν πλησμοναῖς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐν πλησμοναῖς</foreign>] Nauck. p. 506</note> Κύπρις, ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις· 
<milestone unit="stephpage" xml:id="stephpage-126d" n="126d"/> ἡ δʼ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν 
<milestone unit="tlnum" n="15"/> ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι. κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον δʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign> Meziriacus: <foreign xml:lang="grc">γὰρ</foreign> </note> ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ 
<milestone unit="tlnum" n="20"/> πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι· σώματι πᾶν ἡδὺ ποιεῖ καὶ <q>ἁρπαλέον,</q> ὡς Ὅμηρος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">θ</foreign> 164</note> ἔφη, καὶ πρόσφορον. 
<milestone unit="tlnum" n="25"/> </said></p></div></div></body></text></TEI>