<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="8"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφʼ ἑαυτοῦ τῆς ἐγκρατείας 
<milestone unit="tlnum" n="25"/> οἷόν ἐστι, δεικνύοντας· ὁ δὲ νῦν λόγος ὑπὲρ πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ <pb xml:id="v.1.p.309"/> πράξεις οὔτʼ ἐλπίδας οὔτʼ ἀποδημίας οὔτε διαγωγὰς αἱ νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-126c" n="126c"/> διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι. καὶ 
<milestone unit="tlnum" n="5"/> γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδʼ ὅλως γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον πολλῷ 
<milestone unit="tlnum" n="10"/> τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ γὰρ ἐν πλησμοναῖς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐν πλησμοναῖς</foreign>] Nauck. p. 506</note> Κύπρις, ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις· 
<milestone unit="stephpage" xml:id="stephpage-126d" n="126d"/> ἡ δʼ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν 
<milestone unit="tlnum" n="15"/> ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι. κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον δʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign> Meziriacus: <foreign xml:lang="grc">γὰρ</foreign> </note> ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ 
<milestone unit="tlnum" n="20"/> πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι· σώματι πᾶν ἡδὺ ποιεῖ καὶ <q>ἁρπαλέον,</q> ὡς Ὅμηρος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">θ</foreign> 164</note> ἔφη, καὶ πρόσφορον. 
<milestone unit="tlnum" n="25"/> </said></p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἐπεὶ δʼ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως 
<milestone unit="stephpage" xml:id="stephpage-126e" n="126e"/> τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων, οὕτω καὶ ἡμεῖς <pb xml:id="v.1.p.310"/> οὐδέποτε μεμνήμεθα λιτῆς διαίτης καὶ σώφρονος ἄνευ καύσεων καὶ καταπλασμάτων ἔν τε τούτοις γιγνόμενοι πιέζομεν σφόδρα τὰς ἁμαρτίας, ἀντερειδόμενοι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀντερειδόμενοι</foreign> H: <foreign xml:lang="grc">ἐναπερειδόμενοι</foreign> </note> τῇ μνήμῃ καὶ καθάπερ οἱ πολλοὶ νῦν μὲν 
<milestone unit="tlnum" n="5"/> ἀέρας νῦν δὲ χώρας ἐπιμεμφόμενοι νοσώδεις,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νοσώδεις</foreign> H: <foreign xml:lang="grc">νοσώδεις ἀποδημίας τέ τινας λέγουσι</foreign> </note> ἐξαιρούμενοι τῆς αἰτίας τὴν ἀκρασίαν καὶ φιληδονίαν ὥσπερ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡσπερ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἀλλ’ ὥσπερ</foreign></note> ὁ Λυσίμαχον ἐν Γέταις συσχεθεὶς δίψῃ καὶ παραδοὺς ἑαυτὸν μετὰ τοῦ στρατεύματος αἰχμάλωτον 
<milestone unit="stephpage" xml:id="stephpage-126f" n="126f"/> εἶτα πιὼν ὕδωρ ψυχρὸν <q>ὦ θεοί</q> εἶπεν, <q>ὡς 
<milestone unit="tlnum" n="10"/> βραχείας ἡδονῆς ἕνεκα μεγάλην εὐδαιμονίαν ἀπεβάλομεν,</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπεβάλομεν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἀπεβαλόμην</foreign></note> οὕτως ἀνοιστέον ἐν ταῖς ἀρρωστίαις πρὸς αὑτοὺς ὡς διὰ ψυχροποσίαν ἢ λουτρὸν ἄκαιρον ἢ συμπεριφορὰν πολλὰς μὲν αὑτῶν διεφθείραμεν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διεφθείραμεν</foreign> R: <foreign xml:lang="grc">διαφθείρομεν</foreign> </note> ἡδονάς, καλὰς δὲ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> W: <foreign xml:lang="grc">τε</foreign> </note> πράξεις ἐπιτερπεῖς τε διαγωγὰς ἀπωλέσαμεν. 
<milestone unit="tlnum" n="15"/> ὁ γὰρ ἐκ τῶν τοιούτων ἀναλογισμῶν δηγμὸς αἱμάσσει τὴν μνήμην, ὥστε οἷον οὐλὴν παραμένουσαν ἐν τῷ ὑγιαίνειν εὐλαβεστέρους ποιεῖν 
<milestone unit="stephpage" xml:id="orgpage-127a" n="127a"/> περὶ τὴν δίαιταν, οὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας ἐπιθυμίας οὐδὲ δυσπειθεῖς οὐδʼ ἀσυνήθεις 
<milestone unit="tlnum" n="20"/> οὐδὲ δυσεκβιάστους, ἀλλὰ δεῖ θαρρεῖν πρὸς τὰς ὀρέξεις ἐκφερομένας καὶ ἐπιπηδώσας ταῖς ἀπολαύσεσιν, ὡς ἐλαφρὸν καὶ παιδικὸν ἐχούσας τὸ μεμψιμοιροῦν καὶ κλαυθμυριζόμενον, εἶτα παυομένας ἀρθείσης τῆς τραπέζης καὶ μηδὲν ἐγκαλούσας μηδʼ 
<milestone unit="tlnum" n="25"/> ἀδικουμένας, ἀλλὰ τοὐναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν <pb xml:id="v.1.p.311"/> 
<milestone unit="stephpage" xml:id="stephpage-127b" n="127b"/> αὔριον. ὥσπερ ἀμέλει καὶ Τιμόθεος εἶπε τῇ προτεραίᾳ δεδειπνηκὼς ἐν Ἀκαδημείᾳ παρὰ Πλάτωνι μουσικὸν καὶ λιτὸν δεῖπνον, ὡς οἱ παρὰ Πλάτωνι δειπνήσαντες καὶ εἰς αὔριον ἡδέως γίγνονται. λέγεται 
<milestone unit="tlnum" n="5"/> δὲ καὶ Ἀλέξανδρος εἰπεῖν τοὺς τῆς Ἄδας ὀψοποιοὺς ἀποπεμψάμενος ὡς ἔχει βελτίονας<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βελτίονας</foreign> Stobaeus Floril. CI 8: <foreign xml:lang="grc">βελτίονας ἄγειν</foreign> </note> ἀεὶ σὺν αὑτῷ, πρὸς μὲν τὸ ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν ὀλιγαριστίαν. </said></p></div></div></body></text></TEI>