<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> πρῶτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προῶτον</foreign> W: <foreign xml:lang="grc">πρῶτος</foreign> </note> μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124e" n="124e"/> ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ <pb xml:id="v.1.p.305"/> οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπολαύειν</foreign> W: <foreign xml:lang="grc">ἀπολαύειν ἢ</foreign> </note> τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν 
<milestone unit="tlnum" n="5"/> ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὖ τῷ</foreign> W: <foreign xml:lang="grc">αὐτῷ</foreign> </note> Σωκράτει<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτει</foreign>] Xenoph. Conv. II 17</note> γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον 
<milestone unit="tlnum" n="10"/> ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. 
<milestone unit="stephpage" xml:id="stephpage-124f" n="124f"/> φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, 
<milestone unit="tlnum" n="15"/> ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125a" n="125a"/> χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· 
<milestone unit="tlnum" n="25"/> γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ <pb xml:id="v.1.p.306"/> Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125b" n="125b"/> γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν. </said></p></div></div></body></text></TEI>