<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> πρῶτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προῶτον</foreign> W: <foreign xml:lang="grc">πρῶτος</foreign> </note> μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124e" n="124e"/> ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ <pb xml:id="v.1.p.305"/> οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπολαύειν</foreign> W: <foreign xml:lang="grc">ἀπολαύειν ἢ</foreign> </note> τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν 
<milestone unit="tlnum" n="5"/> ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὖ τῷ</foreign> W: <foreign xml:lang="grc">αὐτῷ</foreign> </note> Σωκράτει<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτει</foreign>] Xenoph. Conv. II 17</note> γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον 
<milestone unit="tlnum" n="10"/> ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. 
<milestone unit="stephpage" xml:id="stephpage-124f" n="124f"/> φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, 
<milestone unit="tlnum" n="15"/> ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125a" n="125a"/> χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· 
<milestone unit="tlnum" n="25"/> γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ <pb xml:id="v.1.p.306"/> Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125b" n="125b"/> γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν. </said></p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ 
<milestone unit="tlnum" n="10"/> σώματι, μᾶλλον δʼ ἂν τὰ πολλὰ παρὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρὰ</foreign>] <foreign xml:lang="grc">πρὸς</foreign> R</note> τὰς ὀρέξεις αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἢ ὥς φησιν ὁ Πλάτων καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες ἀβλαβεῖς ἀπαλλάττωμεν. τὰς δʼ ἀνάπαλιν ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας καὶ καταβιαζομένας 
<milestone unit="tlnum" n="15"/> τοῖς ἐκείνης ὑπηρετεῖν καὶ συνεξανίστασθαι 
<milestone unit="stephpage" xml:id="stephpage-125c" n="125c"/> πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ σφοδροτάτας; βλάβας καὶ μεγίστας ἐφʼ ἡδοναῖς ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν. ἥκιστα δὲ ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. 
<milestone unit="tlnum" n="20"/> καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδʼ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλʼ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ 
<milestone unit="tlnum" n="25"/> αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν τι 
<milestone unit="stephpage" xml:id="stephpage-125d" n="125d"/> τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται, φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ Σιμωνίδης <pb xml:id="v.1.p.307"/> ἔλεγε μηδέποτʼ αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν οὔτʼ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθʼ ὕδωρ ἀντὶ Φαλερίνου πιοῦσιν. ἀλλὰ τοὐναντίον οὐ μόνον οὐ προσβιαστέον 
<milestone unit="tlnum" n="5"/> ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ μελέτης τὴν ὄρεξιν. <quote rend="blockquote"><l>εἴπερ γὰρ ἀδικεῖν χρὴ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Phoen. 527</note></quote> 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125e" n="125e"/> φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων, <quote rend="blockquote"><l> τυραννίδος πέρι </l><l>κάλλιστον ἀδικεῖν</l></quote> ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα, ἐγκρατείᾳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐγκρατείᾳ</foreign> W: <foreign xml:lang="grc">ἐγκράτεια</foreign> </note> κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν 
<milestone unit="tlnum" n="15"/> ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας ἐμπίπλασθαι παρʼ ἑτέροις τῶν πολυτελῶν καὶ ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους· εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125f" n="125f"/> ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει <quote rend="blockquote"><l>μὴ πρὸ φακῆς λοπάδʼ αὔξων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 2 p. 267</note> 
<milestone unit="tlnum" n="25"/> </l><l>εἰς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰς</foreign> Athenaeus IV p. 158 b: <foreign xml:lang="grc">ἀεὶ ἐς</foreign> </note> στάσιν ἄμμε βάλῃς</l></quote> αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω μὴ πρὸ φακῆς <pb xml:id="v.1.p.308"/> λοπάδʼ αὔξων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὔξων</foreign> H: <foreign xml:lang="grc">αὔξων αἰεὶ</foreign> </note> μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ κρατεῖ τὴν 
<milestone unit="tlnum" n="5"/> ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὀψοποιῶν δὲ τέχναι 
<milestone unit="stephpage" xml:id="stephpage-126a" n="126a"/> καὶ δημιουργῶν καὶ <quote rend="blockquote"><l>τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα</l></quote> κατὰ τὸν κωμικὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωμικὸν</foreign>] Meinek. IV p. 670</note> ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. 
<milestone unit="tlnum" n="10"/> οὐκ οἶδα δʼ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς τε καὶ δούλοις προσεφιᾶσι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσεφιᾶσι</foreign>] <foreign xml:lang="grc">τινὲς ἐφιᾶσι</foreign>?</note> τὰ σιτία καὶ τὰ ὄψα μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν καὶ 
<milestone unit="tlnum" n="15"/> πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον, <q>μηδὲν διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον</q> οὐκ 
<milestone unit="stephpage" xml:id="stephpage-126b" n="126b"/> ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ παροξύνειν 
<milestone unit="tlnum" n="20"/> τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐθίζειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐθίζειν</foreign> Meziriacus: <foreign xml:lang="grc">ἐρεθίζειν</foreign> </note> ὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν; </said></p></div></div></body></text></TEI>