ΖΕΥΞΙΠΠΟΣ. πρῶτος προῶτον W: πρῶτος μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν ἀπολαύειν W: ἀπολαύειν ἢ τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ αὖ τῷ W: αὐτῷ Σωκράτει Σωκράτει ] Xenoph. Conv. II 17 γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν. ΖΕΥΞΙΠΠΟΣ. ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ σώματι, μᾶλλον δʼ ἂν τὰ πολλὰ παρὰ παρὰ ] πρὸς R τὰς ὀρέξεις αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἢ ὥς φησιν ὁ Πλάτων καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες ἀβλαβεῖς ἀπαλλάττωμεν. τὰς δʼ ἀνάπαλιν ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας καὶ καταβιαζομένας τοῖς ἐκείνης ὑπηρετεῖν καὶ συνεξανίστασθαι πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ σφοδροτάτας; βλάβας καὶ μεγίστας ἐφʼ ἡδοναῖς ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν. ἥκιστα δὲ ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδʼ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλʼ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν τι τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται, φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ Σιμωνίδης ἔλεγε μηδέποτʼ αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν οὔτʼ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθʼ ὕδωρ ἀντὶ Φαλερίνου πιοῦσιν. ἀλλὰ τοὐναντίον οὐ μόνον οὐ προσβιαστέον ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ μελέτης τὴν ὄρεξιν. εἴπερ γὰρ ἀδικεῖν χρὴ Eurip. Phoen. 527 φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα, ἐγκρατείᾳ ἐγκρατείᾳ W: ἐγκράτεια κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας ἐμπίπλασθαι παρʼ ἑτέροις τῶν πολυτελῶν καὶ ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους· εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει μὴ πρὸ φακῆς λοπάδʼ αὔξων Bergk. 2 p. 267 εἰς εἰς Athenaeus IV p. 158 b: ἀεὶ ἐς στάσιν ἄμμε βάλῃς αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω μὴ πρὸ φακῆς λοπάδʼ αὔξων αὔξων H: αὔξων αἰεὶ μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὀψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα κατὰ τὸν κωμικὸν κωμικὸν ] Meinek. IV p. 670 ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. οὐκ οἶδα δʼ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς τε καὶ δούλοις προσεφιᾶσι προσεφιᾶσι ] τινὲς ἐφιᾶσι ? τὰ σιτία καὶ τὰ ὄψα μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν καὶ πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον, μηδὲν διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον οὐκ ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ παροξύνειν τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐθίζειν ἐθίζειν Meziriacus: ἐρεθίζειν ὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν;