ΖΕΥΞΙΠΠΟΣ. ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπʼ αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ συμπίνειν, ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς τὴν τὴν ] Homer. Ω 45. Hesiod. OD 318 μέγα σινομένην ἄνδρας αἰδῶ καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας κρεῖσσον δέ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, ξένε, Eurip. Med. 290 ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν. τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν. ἥ τε γὰρ παραίτησις ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς· ἄν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν ἄγευστον ἀγεύστου θυσίας H. θυσίας ἄγευστος ? αὐτὸς ἀπέχηται παρά τε παρά τε ] παρῇ δὲ H: αὐτὸν τῇ κύλικι καὶ τῇ τραπέζῃ, μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος. ἐμνήσθη δὲ τῶν μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι καὶ καταβαλόντος καταβαλόντος scripsi : καταβάλλοντι αὖθις ἐξ ἀρχῆς αὑτὸν αὐτὸν H: αὐτὸν εἰς ἄκρατον ἀφʼ ἀφʼ ] ὑφʼ ? οὗ διεφθάρη, τῶν δὲ καθʼ ἡμᾶς Ῥήγλου τοῦ παγκρατιαστοῦ. καλοῦντος γὰρ ἐπὶ τὸ λουτρὸν ἅμʼ ἡμέρᾳ Τίτου Καίσαρος ἧκε καὶ συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας καταλαβούσης εὐθὺς ἀπέθανε. ταῦθʼ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς παιδαγωγικά· τῶν δʼ ἄλλων οὐ πάνυ πρόθυμος ἦν ἀκούειν, οὐδʼ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. σὺ δʼ ἐπισκόπει τῶν λεχθέντων ἕκαστον.