<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἔτι τοίνυν ἐλέχθη τοιοῦτον, ὡς ἀεὶ μὲν 
<milestone unit="tlnum" n="20"/> ὑγιεινότερα σώματι τὰ εὐτελέστερα, μάλιστα δὲ φυλακτέον 
<milestone unit="stephpage" xml:id="stephpage-123e" n="123e"/> πλησμονὰς καὶ μέθας καὶ ἡδυπαθείας ἑορτήν τινα μέλλουσαν ἢ φίλων, ὑποδοχὴν ἐν χερσὶν ἔχοντας ἢ προσδοκῶντας ἑστίασιν βασιλικὴν καὶ ἡγεμονικὴν καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del. Madvigius</note> συμπεριφορὰν ἀπαραίτητον, οἷον 
<milestone unit="tlnum" n="25"/> ἐπιόντος ἀνέμου καὶ κύματος εὐσταλὲς τὸ σῶμα καὶ κοῦφον ἐν εὐδίᾳ παρασκευάζοντας. ἔργον γάρ ἐστιν ἐν συνουσίαις καὶ φιλοφροσύναις αὑτὸν ἐπὶ τῶν <pb xml:id="v.1.p.303"/> μετρίων καὶ τῶν συνήθων φυλάξαι μὴ πᾶσι μετʼ ἀηδίας 
<milestone unit="stephpage" xml:id="stephpage-123f" n="123f"/> δεινῆς ἐπαχθῆ φανέντα καὶ φορτικόν. ἵνʼ οὖν μὴ πῦρ ἐπὶ πυρί, ὥς φασι, πλησμονή τις ἐπὶ πλησμονῇ καὶ ἄκρατος ἐπʼ ἀκράτῳ γένηται, τὸ παιχθὲν ἀστείως 
<milestone unit="tlnum" n="5"/> ὑπὸ Φιλίππου μετὰ σπουδῆς μιμητέον· ἦν δὲ τοιοῦτον. ἄνθρωπος αὐτὸν ἐπὶ χώρας ὡς σὺν ὀλίγοις ὄντα δειπνῆσαι παρεκάλεσεν, εἶθʼ ὁρῶν πολλοὺς; ἄγοντα παρεσκευασμένων οὐ πολλῶν ἐταράττετο. συναισθόμενος οὖν ὁ Φίλιππος ὑπέπεμπε τῶν φίλων 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124a" n="124a"/> ἑκάστῳ κελεύων πλακοῦντι καταλιπεῖν χώραν, οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες ἐφείδοντο τῶν παρακειμένων. ἤρκεσεν οὖν ἅπασι, τὸ δεῖπνον. οὕτω δὴ προπαρασκευαστέον αὑτοὺς τῶν ἀναγκαίων συμπεριφορῶν, καὶ ὄψῳ καὶ πέμματι καὶ νὴ Δία μέθῃ χώραν 
<milestone unit="tlnum" n="15"/> φυλάττοντας ἐν τῷ σώματι, καὶ πρόσφατον ἐπὶ ταῦτα καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταῦτα καὶ</foreign> R: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> βουλομένην τὴν ὄρεξιν ἄγοντας. </said></p></div></div></body></text></TEI>