<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἤκουσα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἤκουσα</foreign> W: <foreign xml:lang="grc">ἤκουσα τοίνυν</foreign> </note> Τιβέριόν ποτε Καίσαρα εἰπεῖν ὡς 
<milestone unit="tlnum" n="25"/> ἀνὴρ ὑπὲρ ἑξήκοντα γεγονὼς ἔτη καὶ προτείνων ἰατρῷ χεῖρα καταγέλαστός ἐστιν. ἐμοὶ δὲ τοῦτο μὲν εἰρῆσθαι δοκεῖ σοβαρώτερον, ἐκεῖνο δʼ ἀληθὲς εἶναι, <pb xml:id="v.1.p.334"/> τὸ δεῖν ἕκαστον αὑτοῦ μήτε σφυγμῶν ἰδιότητος ἄπειρον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄπειρον εἶναι</foreign> Benselerus: <foreign xml:lang="grc">εἶναι ἄπειρον</foreign> </note> εἶναι πολλαὶ γὰρ αἱ καθʼ ἕκαστον διαφοραί μήτε κρᾶσιν ἀγνοεῖν ἣν ἔχει τὸ σῶμα θερμότητος καὶ ξηρότητος, μήθʼ οἷς ὠφελεῖσθαι χρώμενον ἢ βλάπτεσθαι 
<milestone unit="tlnum" n="5"/> πέφυκεν. αὑτοῦ γὰρ ἀναίσθητός ἐστιν καὶ τυφλὸς ἐνοικεῖ τῷ σώματι καὶ κωφὸς ὁ ταῦτα μανθάνων 
<milestone unit="stephpage" xml:id="stephpage-136f" n="136f"/> παρʼ ἑτέρου καὶ πυνθανόμενος τοῦ ἰατροῦ πότερον μᾶλλον θέρους ἢ χειμῶνος ὑγιαίνει, καὶ πότερον τὰ ὑγρὰ ῥᾷον ἢ τὰ ξηρὰ προσδέχεται, καὶ 
<milestone unit="tlnum" n="10"/> πότερον φύσει πυκνὸν ἔχει τὸν σφυγμὸν ἢ μανόν· καὶ γὰρ ὠφέλιμον εἰδέναι τὰ τοιαῦτα καὶ ῥᾴδιον, ἀεί γε δὴ πειρωμένους καὶ συνόντας. βρωμάτων δὲ καὶ πωμάτων τὰ χρήσιμα μᾶλλον ἢ τὰ ἡδέα γιγνώσκειν προσήκει, καὶ μᾶλλον ἔμπειρον εἶναι τῶν 
<milestone unit="tlnum" n="15"/> εὐστομάχων ἢ τῶν εὐστόμων, καὶ τῶν τὴν πέψιν 
<milestone unit="stephpage" xml:id="stephpage-137a" n="137a"/> μὴ ταραττόντων ἢ τῶν τὴν γεῦσιν σφόδρα γαργαλιζόντων. τὸ γὰρ παρʼ ἰατροῦ πυνθάνεσθαι τί δύσπεπτον ἢ εὔπεπτον αὐτῷ καὶ τί δυσκοίλιον ἢ εὐκοίλιον οὐχ ἧττον αἰσχρόν ἐστιν ἢ τὸ πυνθάνεσθαι 
<milestone unit="tlnum" n="20"/> τί γλυκὺ καὶ τί πικρὸν καὶ αὐστηρόν. νῦν δὲ τοὺς μὲν ὀψοποιοὺς ἐπανορθοῦσιν, ἐμπείρως διαισθανόμενοι ποῦ πλέον τὸ γλυκὺ τοῦ προσήκοντος ἢ τὸ ἁλμυρὸν ἢ τὸ αὐστηρὸν ἔνεστιν· αὐτοὶ δʼ ἀγνοοῦσι τί τῷ σώματι μιχθὲν ἐλαφρὸν καὶ ἄλυπον 
<milestone unit="tlnum" n="25"/> ἔσται καὶ χρήσιμον. ὅθεν ζωμοῦ μὲν ἄρτυσις οὐ πολλάκις ἁμαρτάνεται παρʼ αὐτοῖς, αὑτοὺς δὲ φαύλως 
<milestone unit="stephpage" xml:id="stephpage-137b" n="137b"/> ὁμοῦ καὶ κακῶς ἀρτύοντες ὁσημέραι πολλὰ παρέχουσι πράγματα τοῖς ἰατροῖς. ζωμὸν μὲν γὰρ οὐκ <pb xml:id="v.1.p.335"/> ἄριστον ἡγοῦνται τὸν γλυκύτατον, ἀλλὰ καὶ πικρὰ καὶ δριμέα συμμιγνύουσιν εἰς δὲ τὸ σῶμα πολλὰς καὶ κατακόρους ἐμβάλλουσιν ἡδονάς, τὰ μὲν ἀγνοοῦντες τὰ δʼ οὐ μνημονεύοντες ὅτι τοῖς ὑγιεινοῖς 
<milestone unit="tlnum" n="5"/> καὶ ὠφελίμοις ἡ φύσις ἡδονὴν ἄλυπον καὶ ἀμεταμέλητον προστίθησιν. ἀλλὰ καὶ ταῦτα δεῖ μνημονεύειν, τὰ σύμφυλα καὶ πρόσφορα τῷ σώματι, καὶ τοὐναντίον ἐν ταῖς καθʼ ὥραν μεταβολαῖς καὶ ταῖς, ἄλλαις περιστάσεσιν, εἰδότας οἰκείως προσαρμόττειν 
<milestone unit="tlnum" n="10"/> ἑκάστῳ τὴν δίαιταν. 
<milestone unit="stephpage" xml:id="stephpage-137c" n="137c"/> </said></p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ὅσα μὲν γὰρ μικρολογίας καὶ ἀνελευθερίας προσκρούματα λαμβάνουσιν οἱ πολλοὶ περί τε συγκομιδὰς καρπῶν καὶ τηρήσεις ἐπιπόνους, ἀγρυπνίαις καὶ περιδρομαῖς ἐξελέγχοντες τὰ σαθρὰ καὶ ὕπουλα 
<milestone unit="tlnum" n="15"/> τοῦ σώματος, οὐκ ἄξιόν ἐστι δεδιέναι μὴ πάθωσιν ἄνδρες φιλόλογοι καὶ πολιτικοί, πρὸς οὓς ἐνέστηκεν ἡμῖν ὁ λόγος· ἀλλʼ ἑτέραν τινὰ φυλακτέον ἐστὶ τούτοις δριμυτέραν ἐν γράμμασι καὶ μαθήμασι μικρολογίαν, ὑφʼ ἧς ἀφειδεῖν καὶ ἀμελεῖν τοῦ σώματος 
<milestone unit="tlnum" n="20"/> ἀναγκάζονται, πολλάκις ἀπαγορεύοντος οὐκ ἐνδιδόντες 
<milestone unit="stephpage" xml:id="stephpage-137d" n="137d"/> ἀλλὰ προσβιαζόμενοι θνητὸν ἀθανάτῳ καὶ γηγενὲς Ὀλυμπίῳ συναμιλλᾶσθαι καὶ συνεξανύτειν. εἶθʼ ὡς ὁ βοῦς πρὸς τὴν ὁμόδουλον ἔλεγε κάμηλον, ἐπικουφίσαι τοῦ φορτίου μὴ βουλομένην, 
<milestone unit="tlnum" n="25"/> <q>ἀλλὰ κἀμὲ καὶ ταῦτα πάντα μετὰ μικρὸν οἴσεις</q> , ὃ καὶ συνέβη τελευτήσαντος αὐτοῦ, οὕτω συμβαίνει τῇ ψυχῇ· μικρὰ χαλάσαι καὶ παρεῖναι μὴ βουλομένη πονοῦντι καὶ δεομένῳ, μετʼ ὀλίγον πυρετοῦ τινος ἢ σκοτώματος ἐμπεσόντος ἀφεῖσα τὰ βιβλία καὶ τοὺς <pb xml:id="v.1.p.336"/> λόγους καὶ τὰς διατριβὰς ἀναγκάζεται συννοσεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-137e" n="137e"/> ἐκείνῳ καὶ συγκάμνειν. ὀρθῶς οὖν ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. p. 88 b Phaedr. p. 246 b</note> παρῄνεσε μήτε σῶμα κινεῖν ἄνευ ψυχῆς μήτε ψυχὴν ἄνευ σώματος, ἀλλʼ οἷόν τινα ξυνωρίδος ἰσορροπίαν διαφυλάττειν 
<milestone unit="tlnum" n="5"/> , ὅτι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign> R: <foreign xml:lang="grc">ὅτε</foreign> </note> μάλιστα τῇ ψυχῇ συνεργεῖ τὸ σῶμα καὶ συγκάμνει, πλείστην ἐπιμέλειαν αὐτῷ καὶ θεραπείαν ἀποδιδόντας καὶ τὴν καλὴν καὶ ἐράσμιον ὑγίειαν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑγίειαν</foreign> idem: <foreign xml:lang="grc">ὑγίειαν ἀποδιδοντας</foreign> </note> ὧν δίδωσιν ἀγαθῶν κάλλιστον ἡγουμένους διδόναι τὸ πρὸς κτῆσιν ἀρετῆς καὶ χρῆσιν ἔν τε 
<milestone unit="tlnum" n="10"/> λόγοις καὶ πράξεσιν ἀκώλυτον αὐτῶν.</said></p></div></div></body></text></TEI>