<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="24"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> οὐ γὰρ ἀργίας ὤνιον ἡ ὑγίεια καὶ ἀπραξίας, ἅ γε δὴ μέγιστα κακῶν ταῖς νόσοις πρόσεστι, καὶ οὐδὲν διαφέρει τοῦ τὰ ὄμματα τῷ μὴ διαβλέπειν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-135c" n="135c"/> καὶ τὴν φωνὴν τῷ μὴ φθέγγεσθαι φυλάττοντος ὁ τὴν ὑγίειαν ἀχρηστίᾳ καὶ ἡσυχίᾳ σῴζειν οἰόμενος· πρὸς οὐδὲν γὰρ ἑαυτῷ χρήσαιτʼ ἄν τις ὑγιαίνοντι κρεῖττον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κρεῖττον ἢ</foreign> Meziriacus: <foreign xml:lang="grc">κερίττονι ὡς σὺ</foreign> <foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">καὶ οὐ</foreign> </note> ἢ πρὸς πολλὰς ὡς σὺ φιλανθρώπους πράξεις. ἥκιστα δὴ τὴν ἀργίαν ὑγιεινὸν ὑποληπτέον, 
<milestone unit="tlnum" n="20"/> εἰ τὸ τῆς ὑγιείας τέλος ἀπόλλυσι, καὶ οὐδʼ ἀληθές ἐστι τὸ μᾶλλον ὑγιαίνειν τοὺς ἡσυχίαν ἄγοντας· οὔτε γὰρ Ξενοκράτης μᾶλλον διυγίαινε Φωκίωνος οὔτε Δημητρίου Θεόφραστος, Ἐπίκουρόν τε καὶ τοὺς περὶ Ἐπίκουρον οὐδὲν ὤνησε πρὸς τὴν ὑμνουμένην 
<milestone unit="tlnum" n="25"/> σαρκὸς εὐστάθειαν ἡ πάσης φιλοτιμίαν ἐχούσης πράξεως 
<milestone unit="stephpage" xml:id="stephpage-135d" n="135d"/> ἀπόδρασις. ἀλλὰ καὶ ἑτέραις ἐπιμελείαις <pb xml:id="v.1.p.331"/> διασωστέον ἐστὶ τῷ σώματι τὴν κατὰ φύσιν ἕξιν, ὡς παντὸς βίου καὶ νόσον δεχομένου καὶ ὑγίειαν. οὐ 
<milestone unit="tlnum" n="5"/> μὴν ἀλλὰ καὶ τοῖς πολιτικοῖς ἔφη παραινετέον εἶναι τοὐναντίον οὗ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 643 b</note> παρῄνει τοῖς νέοις. ἐκεῖνος μὲν γὰρ λέγειν ἐκ τῆς διατριβῆς ἀπαλλαττόμενος εἰώθει <q>ἄγε, ὅπως εἰς καλόν τι καταθήσεσθε τὴν σχολήν, ὦ παῖδες·</q> ἡμεῖς δʼ ἂν τοῖς πολιτευομένοις παραινέσαιμεν εἰς τὰ καλὰ χρῆσθαι τοῖς πόνοις καὶ ἀναγκαῖα, μὴ μικρῶν ἕνεκα μηδὲ φαύλων τὸ σῶμα 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-135e" n="135e"/> παρατείνοντας, ὥσπερ οἱ πολλοὶ κακοπαθοῦσιν ἐπὶ τοῖς τυχοῦσιν, ἀποκναίοντες ἑαυτοὺς ἀγρυπνίαις καὶ πλάναις καὶ περιδρομαῖς εἰς οὐδὲν χρηστὸν οὐδʼ ἀστεῖον, ἀλλʼ ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονεικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. 
<milestone unit="tlnum" n="15"/> πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Δημόκριτον</foreign>] Mullach. 1 p. 342</note> εἰπεῖν ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν. ἴσως μὲν γάρ τι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τι</foreign>] <foreign xml:lang="grc">τοι</foreign> R</note> καὶ Θεόφραστος ἀληθὲς εἶπεν, εἰπὼν ἐν μεταφορᾷ πολὺ τῷ σώματι τελεῖν ἐνοίκιον τὴν ψυχήν. 
<milestone unit="tlnum" n="20"/> πλείονα μέντοι τὸ σῶμα τῆς ψυχῆς ἀπολαύει κακὰ μὴ κατὰ λόγον αὐτῷ χρωμένης μηδʼ ὡς προσήκει θεραπευόμενον ὅταν γὰρ ἐν πάθεσιν ἰδίοις γένηται καὶ ἀγῶσι καὶ σπουδαῖς, ἀφειδεῖ τοῦ σώματος. 
<milestone unit="stephpage" xml:id="stephpage-135f" n="135f"/> ὁ μὲν οὖν Ἰάσων οὐκ οἶδʼ ὅ τι παθὼν <q>τὰ μικρὰ 
<milestone unit="tlnum" n="25"/> δεῖν ἀδικεῖν</q> ἔλεγεν <q>ἕνεκεν τοῦ τὰ μεγάλα δικαιοπραγεῖν</q> ἡμεῖς δʼ ἂν εὐλόγως τῷ πολιτικῷ παραινέσαιμεν τὰ μικρὰ ῥᾳθυμεῖν καὶ σχολάζειν καὶ <pb xml:id="v.1.p.332"/> ἀναπαύειν αὑτὸν ἐν ἐκείνοις, εἰ βούλεται πρὸς τὰς καλὰς πράξεις καὶ μεγάλας μὴ διάπονον ἔχειν τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-136a" n="136a"/> σῶμα μηδʼ ἀμβλὺ μηδʼ ἀπαγορεῦον ἀλλʼ ὥσπερ ἐν νεωλκίᾳ τῇ σχολῇ τεθεραπευμένον, ὅπως αὖθις ἐπὶ 
<milestone unit="tlnum" n="5"/> τὰς χρείας τῆς ψυχῆς ἀγούσης; <quote rend="blockquote"><l>ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχῃ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 2 p. 445</note></quote> </said></p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> διὸ τῶν πραγμάτων διδόντων ἀναληπτέον ἑαυτοὺς μήθʼ ὕπνου φθονοῦντας τῷ σώματι μήτʼ ἀρίστου μήτε ῥᾳστώνης τὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> Salmasius: <foreign xml:lang="grc">τὸ</foreign> </note> μέσον ἡδυπαθείας καὶ 
<milestone unit="tlnum" n="10"/> κακοπαθείας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κακοπαθείας</foreign> idem: <foreign xml:lang="grc">κακοπαθείας μήτε</foreign> </note> φυλαττούσης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φυλάττοντας</foreign> W</note> ὅρον, οἷον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἷον</foreign>] <foreign xml:lang="grc">ὃν</foreign> Salmasius</note> οἱ πολλοὶ μὴ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολλοὶ μὴ</foreign> idem: <foreign xml:lang="grc">πολλοὶ</foreign> </note> φυλάττοντες ἐπιτρίβουσι τὸ σῶμα ταῖς μεταβολαῖς ὥσπερ τὸν βαπτόμενον σίδηρον, ὅταν ἐνταθῇ καὶ πιεσθῇ σφόδρα τοῖς πόνοις, αὖθις ἐν ἡδοναῖς τηκόμενον 
<milestone unit="stephpage" xml:id="stephpage-136b" n="136b"/> ἀμέτρως καὶ λειβόμενον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λειβόμενον</foreign> W: <foreign xml:lang="grc">θλιβόμενον</foreign> </note> εἶτα πάλιν ἐξ ἀφροδισίων 
<milestone unit="tlnum" n="15"/> καὶ οἴνου διάλυτον καὶ μαλακὸν εἰς ἀγορὰν ἢ αὐλὴν ἤ τινα πραγματείαν διαπύρου καὶ συντόνου δεομένην σπουδῆς ἐλαυνόμενον. Ἡράκλειτος μὲν γὰρ ὑδρωπιάσας ἐκέλευσεν <q>αὐχμὸν ἐξ ἐπομβρίας</q> ποιῆσαι τὸν ἰατρόν· οἱ δὲ πολλοὶ τοῦ παντὸς 
<milestone unit="tlnum" n="20"/> ἁμαρτάνουσιν, ὅταν ἐν κόποις καὶ πόνοις καὶ ἐνδείαις γένωνται, μάλιστα ταῖς ἡδοναῖς ἐξυγραίνειν καὶ ἀνατήκειν τὰ σώματα παραδιδόντες, αὖθις δὲ μετὰ τὰς ἡδονὰς οἷον ἐπιστρέφοντες καὶ κατατείνοντες. ἡ γὰρ φύσις οὐ ζητεῖ τοιαύτην ἀνταπόδοσιν 
<milestone unit="tlnum" n="25"/> τοῦ σώματος. ἀλλὰ τῆς ψυχῆς τὸ <pb xml:id="v.1.p.333"/> ἀκόλαστον 
<milestone unit="stephpage" xml:id="stephpage-136c" n="136c"/> καὶ ἀνελεύθερον ἐκ τῶν ἐπιπόνων ὥσπερ οἱ ναῦται πρὸς ἡδονὰς καὶ ἀπολαύσεις ὕβρει φερόμενον καὶ μετὰ τὰς ἡδονὰς πάλιν ἐπʼ ἐργασίας καὶ πορισμοὺς ὠθούμενον οὐκ ἐᾷ λαβεῖν τὴν φύσιν ἧς 
<milestone unit="tlnum" n="5"/> μάλιστα δεῖται καταστάσεως καὶ γαλήνης, ἀλλʼ ἐξίστησι καὶ ταράττει διὰ τὴν ἀνωμαλίαν. οἱ δὲ νοῦν ἔχοντες ἥκιστα μὲν ἡδονὰς πονοῦντι τῷ σώματι προσφέρουσιν οὐ γὰρ δέονται τὸ παράπαν οὐδὲ μέμνηνται τῶν τοιούτων πρὸς τῷ καλῷ τῆς πράξεως 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-136d" n="136d"/> τὴν διάνοιαν ἔχοντες, καὶ τῷ χαίροντι τῆς· ψυχῆς ἢ σπουδάζοντι τὰς ἄλλας ἐξαμαυροῦντες ἐπιθυμίας.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰς ἄλλας - ἐπιθυμίας</foreign> Xylander: <foreign xml:lang="grc">ταῖς ἄλλαις - ἐπιθυμίαις</foreign> </note> ὅπερ γάρ φασιν εἰπεῖν τὸν Ἐπαμεινώνδαν μετὰ παιδιᾶς, ἀνδρὸς ἀγαθοῦ περὶ τὰ Λευκτρικὰ νόσῳ τελευτήσαντος, <q>ὦ Ἡράκλεις, πῶς ἐσχόλασεν ἁνὴρ 
<milestone unit="tlnum" n="15"/> ἀποθανεῖν ἐν τοσούτοις πράγμασι,</q> τοῦτʼ ἀληθῶς ἔστιν εἰπεῖν ἐπʼ ἀνδρὸς ἢ πολιτικὴν πρᾶξιν ἢ φιλόσοφον φροντίδα διὰ χειρὸς ἔχοντος, <q>τίς δὲ σχολὴ τῷ ἀνδρὶ τούτῳ νῦν ἀπεπτεῖν ἢ μεθύειν ἢ λαγνεύειν;</q> γενόμενοι δὲ πάλιν ἀπὸ τῶν πράξεων ἐν ἡσυχίᾳ 
<milestone unit="tlnum" n="20"/> κατατίθενται τὸ σῶμα καὶ διαναπαύουσι, τῶν τε 
<milestone unit="stephpage" xml:id="stephpage-136e" n="136e"/> πόνων τοὺς ἀχρήστους καὶ μᾶλλον ἔτι τῶν ἡδονῶν τὰς οὐκ ἀναγκαίας ὡς τῇ φύσει πολεμίας φυλαττόμενοι καὶ φεύγοντες. </said></p></div></div></body></text></TEI>