<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="22"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἐμέτους δὲ καὶ κοιλίας καθάρσεις ὑπὸ φαρμάκων, μιαρὰ <q>παραμύθια πλησμονῆς,</q> ἄνευ μεγάλης 
<milestone unit="stephpage" xml:id="stephpage-134b" n="134b"/> ἀνάγκης οὐ κινητέον, ὥσπερ οἱ πολλοὶ κενώσεως ἕνεκα πληροῦντες τὸ σῶμα καὶ πάλιν πληρώσεως<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πληρώσεως</foreign> ab <foreign xml:lang="grc">ἕνεκα</foreign> pendet</note> 
<milestone unit="tlnum" n="25"/> κενοῦντες παρὰ φύσιν, ταῖς πλησμοναῖς οὐχ ἧττον ἢ ταῖς ἐνδείαις ἀνιώμενοι, μᾶλλον δʼ ὅλως τὴν μὲν πλήρωσιν ὡς κώλυσιν ἀπολαύσεως βαρυνόμενοι, τὴν δʼ ἔνδειαν ὡς χώραν ἀεὶ ταῖς ἡδοναῖς <pb xml:id="v.1.p.328"/> παρασκευάζοντες. τὸ γὰρ βλαβερὸν ἐν τούτοις προῦπτόν ἐστι· ταραχάς τε γὰρ ἀμφότερα τῷ σώματι παρέχεται καὶ σπαραγμούς. ἴδιον δὲ τῷ μὲν ἐμέτῳ κακὸν πρόσεστι τὸ τὴν ἀπληστίαν αὔξειν τε καὶ τρέφειν· γίγνονται 
<milestone unit="tlnum" n="5"/> γὰρ αἱ πεῖναι καθάπερ τὰ κοπτόμενα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνακοπτόμενα</foreign> Madvigius</note> ῥεῖθρα 
<milestone unit="stephpage" xml:id="stephpage-134c" n="134c"/> τραχεῖαι καὶ χαραδρώδεις, καὶ βίᾳ τὴν τροφὴν ἕλκουσιν ἀεὶ λυττῶσαι,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λυττῶσαι</foreign> scripsi: <foreign xml:lang="grc">λυττῶσαν</foreign> </note> οὐκ ὀρέξεσιν ἐοικυῖαι σιτίων δεομέναις ἀλλὰ φλεγμοναῖς φαρμάκων καὶ καταπλασμάτων. ὅθεν ἡδοναὶ μὲν ὀξεῖαι καὶ ἀτελεῖς 
<milestone unit="tlnum" n="10"/> καὶ πολὺν ἔχουσαι σφυγμὸν καὶ οἶστρον ἐν ταῖς ἀπολαύσεσι λαμβάνουσιν αὐτούς, διατάσεις δὲ καὶ πληγαὶ πόρων καὶ πνευμάτων ἐναπολήψεις διαδέχονται, μὴ περιμένουσαι τὰς κατὰ φύσιν ἐξαγωγάς, ἀλλʼ ἐπιπολάζουσαι τοῖς σώμασιν ὥσπερ ὑπεράντλοις 
<milestone unit="tlnum" n="15"/> σκάφεσι, φορτίων ἐκβολῆς οὐ περιττωμάτων δεομένοις. αἱ δὲ περὶ τὴν κάτω κοιλίαν ἐκταράξεις διὰ φαρμακείας φθείρουσαι καὶ τήκουσαι τὰ ὑποκείμενα πλείονα ποιοῦσι περίττωσιν ἢ ἐξάγουσιν. ὥσπερ 
<milestone unit="stephpage" xml:id="stephpage-134d" n="134d"/> οὖν, εἴ τις Ἑλλήνων ὄχλον ἐν πόλει βαρυνόμενος 
<milestone unit="tlnum" n="20"/> σύνοικον, Ἀράβων ἐμπλήσειε καὶ Σκυθῶν τὴν πόλιν ἐπηλύδων, οὕτως ἔνιοι τοῦ παντὸς διαμαρτάνουσιν ἐπʼ ἐκβολῇ περιττωμάτων συνήθων καὶ συντρόφων ἐμβάλλοντες ἔξωθεν εἰς τὸ σῶμα κόκκους τινὰς Κνιδίους καὶ σκαμωνίαν καὶ δυνάμεις ἄλλας ἀσυγκράτους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀσυγκράτους</foreign> Meziriacus: <foreign xml:lang="grc">ἀσυγκρίτους</foreign> </note> 
<milestone unit="tlnum" n="25"/> καὶ ἀγρίας καὶ καθαρμοῦ δεομένας μᾶλλον ἢ καθῆραι τὴν φύσιν δυναμένας. ἄριστον μὲν οὖν τὸ μετρίᾳ διαίτῃ καὶ σώφρονι τὸ σῶμα ποιεῖν περὶ <pb xml:id="v.1.p.329"/> τε πληρώσεις καὶ κενώσεις αὐτοτελὲς ἀεὶ καὶ σύμμετρον· εἰ δʼ ἀνάγκη ποτὲ καταλάβοι, τοὺς μὲν ἐμέτους ποιητέον ἄνευ φαρμακείας καὶ περιεργίας, 
<milestone unit="stephpage" xml:id="stephpage-134e" n="134e"/> μηδὲν ἐκταράττοντας ἀλλʼ ὅσον ἀπεψίαν διαφυγεῖν 
<milestone unit="tlnum" n="5"/> αὐτόθεν ἀφιέντας ἀπραγμόνως τῷ πλεονάζοντι τὴν ἀπέρασιν. ὡς γὰρ τὰ ὀθόνια ῥύμμασι καὶ χαλαστραίοις πλυνόμενα μᾶλλον ἐκτρίβεται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκτρίβεται</foreign> scripsi: <foreign xml:lang="grc">ἐντρίβεται</foreign> </note> τῶν ὑδατοκλύστων, οὕτως οἱ μετὰ φαρμάκων ἔμετοι λυμαίνονται τῷ σώματι καὶ διαφθείρουσιν. ὑφισταμένης δὲ 
<milestone unit="tlnum" n="10"/> κοιλίας οὐδὲν φάρμακον οἷα τῶν σιτίων ἔνια μαλακὰς ἐνδιδόντα προθυμίας καὶ διαλύοντα πράως, ὧν ἥ τε πεῖρα πᾶσι συνήθης καὶ ἡ χρῆσις ἄλυπος. ἂν 
<milestone unit="stephpage" xml:id="stephpage-134f" n="134f"/> δὲ τούτοις ἀπειθῇ, πλείονας ἡμέρας ὑδροποσίαν ἢ ἀσιτίαν ἢ κλυστῆρα προσδεκτέον μᾶλλον ἢ ταρακτικὰς 
<milestone unit="tlnum" n="15"/> καὶ φθαρτικὰς φαρμακείας, ἐφʼ ἃς οἱ πολλοὶ φέρονται προχείρως, καθάπερ ἀκόλαστοι γυναῖκες, ἐκβολίοις χρώμεναι καὶ φθορίοις ὑπὲρ τοῦ πάλιν πληροῦσθαι καὶ ἡδυπαθεῖν. </said></p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἀλλὰ τούτους μὲν ἐατέον· οἱ δʼ ἄγαν αὖ 
<milestone unit="tlnum" n="20"/> πάλιν ἀκριβεῖς καὶ τεταγμένας τινὰς ἐκ περιόδου 
<milestone unit="stephpage" xml:id="stephpage-135a" n="135a"/> κριτικὰς ἐμβάλλοντες ἀσιτίας οὐκ ὀρθῶς τὴν φύσιν μὴ δεομένην διδάσκουσι δεῖσθαι συστολῆς καὶ ποιεῖν ἀναγκαίαν τὴν οὐκ ἀναγκαίαν ὑφαίρεσιν ἐν καιρῷ ζητούμενον ἔθος ἀπαιτοῦντι.· βέλτιον γὰρ ἐλευθέροις 
<milestone unit="tlnum" n="25"/> τοῖς τοιούτοις χρῆσθαι κολασμοῖς εἰς τὸ σῶμα, μηδεμιᾶς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδεμιᾶς</foreign> H: <foreign xml:lang="grc">μηδεμιᾶς δὲ</foreign> </note> προαισθήσεως οὔσης μηδʼ ὑποψίας, καὶ τὴν ἄλλην δίαιταν, ὥσπερ εἴρηται, πρὸς τὸ <pb xml:id="v.1.p.330"/> συντυγχάνον ἀεὶ ταῖς μεταβολαῖς ὑπήκοον ἔχειν, μὴ καταδεδουλωμένην μηδʼ ἐνδεδεμένην ἑνὶ σχήματι βίου πρός τινας καιροὺς ἢ ἀριθμοὺς ἢ περιόδους 
<milestone unit="stephpage" xml:id="stephpage-135b" n="135b"/> ἄγεσθαι μεμελετηκότος. οὐ γὰρ ἀσφαλὲς οὐδὲ ῥᾴδιον 
<milestone unit="tlnum" n="5"/> οὐδὲ πολιτικὸν οὐδʼ ἀνθρωπικὸν ἀλλʼ ὀστρέου τινὸς ζωῇ προσεοικὸς ἢ στελέχους τὸ ἀμετάστατον τοῦτο καὶ κατηναγκασμένον ἐν τροφαῖς καὶ ἀποχαῖς καὶ κινήσεσι καὶ ἡσυχίαις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">ἡσυχίαις</foreign> signavit hiatum H</note> εἰς ἐπίσκιόν τινα βίον καὶ σχολαστὴν καὶ μονότροπόν τινα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μονότροπόν τινα</foreign>] <foreign xml:lang="grc">μονότροπον</foreign> H</note> καὶ ἄφιλον καὶ 
<milestone unit="tlnum" n="10"/> ἄδοξον ἀπωτάτω πολιτείας καθίσασιν ἑαυτοὺς καὶ συστείλασιν οὐ <q>κατά γε τὴν ἐμήν</q> ἔφη <q>γνώμην</q> </said></p></div></div></body></text></TEI>