<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρʼ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας· φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον 
<milestone unit="stephpage" xml:id="stephpage-133a" n="133a"/> ἐν καιρῷ δεομένῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεομένῳ</foreign> Meziriacus: <foreign xml:lang="grc">δεόμενον</foreign> </note> βραδυτέρου δείπνου διάγραμμα 
<milestone unit="tlnum" n="25"/> παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προΐενται τῇ γαστρὶ λεηλατούμενον, ἀλλʼ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει <pb xml:id="v.1.p.325"/> ταῖς Μούσαις. οὐ γὰρ ὁ μὲν Σκύθης, ὅταν πίνῃ, πολλάκις ἐφάπτεται τοῦ τόξου καὶ παραψάλλει τὴν νευράν, ἐκλυόμενον ὑπὸ τῆς μέθης ἀνακαλούμενος τὸν θυμόν, Ἕλλην δʼ ἀνὴρ φοβήσεται τοὺς καταγελῶντας 
<milestone unit="tlnum" n="5"/> αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-133b" n="133b"/> χαλῶντος. τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας 
<milestone unit="tlnum" n="10"/> ἕκαστος, ὥς φησι. <quote rend="blockquote"><l> κύψας καθʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καθʼ</foreign> W: <foreign xml:lang="grc">ἐς</foreign> </note> αὑτὸν τῶν τραγημάτων ἔφλα</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 280</note></quote>, φυλαττόμενος καὶ φοβούμενος ἐμβλέπειν οἱ δὲ φιλόλογοι πολλὰς καὶ καλὰς καὶ ἡδείας ἀπόψεις καὶ ἀποστροφὰς ἔχουσιν, ἄνπερ ἄλλως μὴ δύνωνται τὸ 
<milestone unit="tlnum" n="15"/> κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων κατέχειν παρακειμένης τραπέζης. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει 
<milestone unit="stephpage" xml:id="stephpage-133c" n="133c"/> τὴν κεφαλὴν τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν 
<milestone unit="tlnum" n="20"/> ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. τὸν μὲν γὰρ ἐγκέφαλον τοῦ φοίνικος, γλυκὺν ὄντα τῶν σφόδρα κεφαλαλγῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν σφόδρα κεφαλαλγῶν</foreign> scripsi: <foreign xml:lang="grc">σφόδρα κεφαλαλγὸν</foreign> </note> λέγουσιν εἶναι· διαλεκτικὴ δὲ <q>τρωγάλιον</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τρωγάλιον</foreign>] Bergk. 1 p. 423</note> ἐπὶ δείπνῳ <q>γλυκὺ</q> μὲν οὐδαμῶς κεφαλαλγὲς δὲ καὶ κοπῶδες ἰσχυρῶς 
<milestone unit="tlnum" n="25"/> ἐστιν. ἂν δʼ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ <pb xml:id="v.1.p.326"/> καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφʼ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, 
<milestone unit="stephpage" xml:id="stephpage-133d" n="133d"/> ἀλλʼ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν 
<milestone unit="tlnum" n="5"/> βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους. αὐτοὶ δὲ πειθόμενοι τοῖς ἰατροῖς παραινοῦσιν ἀεὶ τοῦ δείπνου καὶ τοῦ ὕπνου λαμβάνειν 
<milestone unit="tlnum" n="10"/> μεθόριον καὶ μὴ συμφορήσαντας εἰς τὸ σῶμα τὰ σιτία καὶ τὸ πνεῦμα καταθλίψαντας εὐθὺς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐθὺς</foreign> Xylander: <foreign xml:lang="grc">μὴ εὐθὺς</foreign> </note> ὠμῇ καὶ ζεούσῃ τῇ τροφῇ βαρύνειν τὴν πέψιν ἀλλʼ ἀναπνοὴν καὶ χάλασμα παρέχειν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρέχειν</foreign> Benselerus: <foreign xml:lang="grc">ἔχειν</foreign> </note> ὥσπερ οἱ τὰ σώματα 
<milestone unit="stephpage" xml:id="stephpage-133e" n="133e"/> κινεῖν μετὰ δεῖπνον ἀξιοῦντες οὐ δρόμοις οὐδὲ 
<milestone unit="tlnum" n="15"/> παγκρατίοις τοῦτο ποιοῦσιν ἀλλὰ βληχροῖς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀλλὰ βληχροῖς</foreign> L. Dindorfius: <foreign xml:lang="grc">ἀλλ’ ἀβληχροῖς</foreign> </note> περιπάτοις καὶ χορείαις ἐμμελέσιν, οὕτω καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὕτω καὶ</foreign> R: <foreign xml:lang="grc">οὑτως</foreign> </note> ἡμεῖς οἰησόμεθα δεῖν τὰς ψυχὰς διαφέρειν μετὰ τὸ δεῖπνον μήτε πράγμασι μήτε φροντίσι μήτε σοφιστικοῖς ἀγῶσι πρὸς ἅμιλλαν ἐπιδεικτικὴν ἢ νικητικὴν περαινομένοις. 
<milestone unit="tlnum" n="20"/> ἀλλὰ πολλὰ μέν ἐστι τῶν φυσικῶν προβλημάτων ἐλαφρὰ καὶ πιθανά, πολλὰ δʼ ἠθικὰς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἠθικὰς</foreign> Duebnerus: <foreign xml:lang="grc">ἤθη καὶ</foreign> </note> σκέψεις ἔχοντα καὶ τοῦτο<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τοῦτο</foreign> scripsi: <foreign xml:lang="grc">τοῦτο</foreign> </note> δὴ τὸ <q>μενοεικές,</q> ὡς Ὅμηρος ἔφη, καὶ μὴ ἀντίτυπον. τὰς δʼ ἐν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰς δ’ ἐν</foreign> R: <foreign xml:lang="grc">ταῖς δὲ</foreign> </note> ἱστορικαῖς καὶ ποιητικαῖς ζητήσεσι διατριβὰς οὐκ ἀηδῶς 
<milestone unit="tlnum" n="25"/> ἔνιοι δευτέρας τραπέζας ἀνδράσι φιλολόγοις καὶ φιλομούσοις <pb xml:id="v.1.p.327"/> προσεῖπον. εἰσὶ δὲ καὶ διηγήσεις ἄλυποι 
<milestone unit="stephpage" xml:id="stephpage-133f" n="133f"/> καὶ μυθολογίαι, καὶ τὸ περὶ αὐλοῦ τι καὶ λύρας ἀκοῦσαι καὶ εἰπεῖν ἐλαφρότερον ἢ λύρας αὐτῆς φθεγγομένης ἀκούειν καὶ αὐλοῦ. μέτρον δὲ τοῦ 
<milestone unit="tlnum" n="5"/> καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον. </said></p></div><div type="textpart" subtype="section" n="21"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἐπεὶ δʼ Ἀριστοτέλης οἴεται τῶν δεδειπνηκότων τὸν μὲν περίπατον ἀναρριπίζειν τὸ θερμόν, 
<milestone unit="tlnum" n="10"/> τὸν δʼ ὕπνον, ἂν εὐθὺς καθεύδωσι, καταπνίγειν, ἕτεροι δὲ τὴν μὲν ἡσυχίαν οἴονται τὰς πέψεις βελτίονας 
<milestone unit="stephpage" xml:id="stephpage-134a" n="134a"/> ποιεῖν, τὴν δὲ κίνησιν ταράττειν τὰς ἀναδόσεις, καὶ τοῦτο τοὺς μὲν περιπατεῖν εὐθὺς ἀπὸ δείπνου τοὺς δʼ ἀτρεμεῖν πέπεικεν, ἀμφοτέρων ἂν 
<milestone unit="tlnum" n="15"/> οἰκείως ἐφάπτεσθαι δόξειεν ὁ τὸ μὲν σῶμα συνθάλπων καὶ συνέχων μετὰ τὸ δεῖπνον, τὴν δὲ διάνοιαν μὴ καταφερόμενος μηδʼ ἀργῶν εὐθὺς ἀλλʼ ὥσπερ εἴρηται διαφορῶν ἐλαφρῶς τὸ πνεῦμα καὶ λεπτύνων τῷ λαλεῖν τι καὶ ἀκούειν τῶν προσηνῶν καὶ μὴ 
<milestone unit="tlnum" n="20"/> δακνόντων μηδὲ βαρυνόντων. </said></p></div></div></body></text></TEI>