<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent"><said who="#Ζεύξιππος"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἔφη τοίνυν ὁ ἑταῖρος ἡμῶν ἀκοῦσαί τινος λέγοντος ὡς τὸ τὰς χεῖρας ἀεὶ θερμὰς 
<milestone unit="stephpage" xml:id="stephpage-123a" n="123a"/> ἔχειν καὶ μὴ περιορᾶν ψυχομένας οὐ μικρὸν εἴη πρὸς ὑγίειαν, καὶ τοὐναντίον ἡ τῶν ἄκρων περίψυξις 
<milestone unit="tlnum" n="5"/> εἰς τὰ μέσα συνελαύνουσα τὸ θερμὸν ὥσπερ τινὰ συνήθειαν ἢ μελέτην ἐμποιεῖ πυρετοῦ· τὸ δʼ ἔξω στρέφοντα μετὰ τῆς θερμότητος ἕλκειν ἐπὶ πάντα καὶ διανέμειν τὴν ὕλην ὑγιεινόν. ἂν μὲν οὖν ἐνεργοῦντές τι ταῖς χερσὶ καὶ χρώμενοι τυγχάνωμεν, 
<milestone unit="tlnum" n="10"/> αὐτὴν τὴν κίνησιν ἐπάγειν ἐνταῦθα καὶ συνέχειν τὸ θερμόν· ἔργων δὲ τοιούτων σχολὴν ἄγοντας ἥκιστα δεῖν προσδέχεσθαι τοῖς ἄκροις· τὸ ψυχρόν. </said></p></div></div></body></text></TEI>